Скрыть
3:4
3:7
3:11
3:18
τὸ λοιπόν ἀδελφοί μου χαίρετε ἐν κυρίῳ τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμῖν δὲ ἀσφαλές
βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατα­τομήν
ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή οἱ πνεύ­ματι θεοῦ λατρεύ­ον­τες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες
καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μᾶλλον
περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν Ἑβραῖος ἐξ Ἑβραίων κατα­̀ νόμον Φαρισαῖος
κατα­̀ ζῆλος διώκων τὴν ἐκκλησίαν κατα­̀ δικαιοσύνην τὴν ἐν νόμῳ γενό­με­νος ἄμεμπτος
ἀλλὰ ἅτινα ἦν μοι κέρδη ταῦτα ἥγημαι δια­̀ τὸν Χριστὸν ζημίαν
ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάν­τα ζημίαν εἶναι δια­̀ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι᾿ ὃν τὰ πάν­τα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω
καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν δια­̀ πίστεως Χριστοῦ τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπι­̀ τῇ πίστει
τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ συμμορφιζό­με­νος τῷ θανάτῳ αὐτοῦ
εἴ πως κατα­ν­τήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν
οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ κατα­λάβω ἐφ᾿ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ Ἰησοῦ
ἀδελφοί ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι ἓν δέ τὰ μὲν ὀπίσω ἐπι­λανθανό­με­νος τοῖς δὲ ἔμπρο­σθεν ἐπεκτεινό­με­νος
κατα­̀ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ
ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν καὶ εἴ τι ἑτέρως φρονεῖτε καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀπο­καλύψει
πλη­̀ν εἰς ὃ ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν
συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦν­τας καθὼς ἔχετε τύπον ἡμᾶς
πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ
ὧν τὸ τέλος ἀπώλεια ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπι­́γεια φρονοῦν­τες
ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν
ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατα­̀ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάν­τα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible