Скрыть
2:12
2:18
2:20
2:23
2:24
2:25
2:26
2:27
2:28
2:30
εἴ τις οὖν παρα­́κλησις ἐν Χριστῷ εἴ τι παρα­μύθιον ἀγάπης εἴ τις κοινωνία πνεύ­μα­τος εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί
πλη­ρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε τὴν αὐτὴν ἀγάπην ἔχον­τες σύμψυχοι τὸ ἓν φρονοῦν­τες
μηδὲν κατ᾿ ἐριθείαν μηδὲ κατα­̀ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχον­τας ἑαυτῶν
μὴ τὰ ἑαυτῶν ἕκασ­τος σκοποῦν­τες ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι
τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ
ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών ἐν ὁμοιώματι ἀνθρώπων γενό­με­νος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
ἐταπείνωσεν ἑαυτὸν γενό­με­νος ὑπήκοος μέχρι θανάτου θανάτου δὲ σταυροῦ
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπι­γείων καὶ κατα­χθονίων
καὶ πᾶσα γλῶσ­σα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός
ὥστε ἀγαπητοί μου καθὼς πάν­τοτε ὑπηκούσατε μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπο­υσίᾳ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε
θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας
πάν­τα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ δια­λογισμῶν
ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ
λόγον ζωῆς ἐπέχον­τες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα
ἀλλὰ εἰ καὶ σπένδομαι ἐπι­̀ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν
τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι
ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν
οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει
οἱ πάν­τες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν οὐ τὰ Ἰησοῦ Χριστοῦ
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον
τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς
πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύ­σομαι
ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συν­εργὸν καὶ συστρατιώτην μου ὑμῶν δὲ ἀπό­στολον καὶ λειτουργὸν τῆς χρείας μου πέμψαι προ­̀ς ὑμᾶς
ἐπειδὴ ἐπι­ποθῶν ἦν πάν­τας ὑμᾶς καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν
καὶ γὰρ ἠσθένησεν παρα­πλή­σιον θανάτῳ ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ ἵνα μὴ λύπην ἐπι­̀ λύπην σχῶ
σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόν­τες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ
προ­σδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοι­ούτους ἐν­τίμους ἔχετε
ὅτι δια­̀ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν παρα­βολευσά­με­νος τῇ ψυχῇ ἵνα ἀναπλη­ρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς προ­́ς με λειτουργίας
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible