Скрыть

Νεεμίας, Глава 1

Толкования
1:2
1:4
1:10
1:11
λόγοι Νεεμια υἱοῦ Αχαλια καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα
καὶ ἦλθεν Ανανι εἷς ἀπο­̀ ἀδελφῶν μου αὐτὸς καὶ ἄνδρες Ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέν­των οἳ κατελείφθησαν ἀπο­̀ τῆς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ
καὶ εἴποσαν προ­́ς με οἱ κατα­λειπόμενοι οἱ κατα­λειφθέν­τες ἀπο­̀ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγά­λῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη Ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύ­ων καὶ προ­σευχό­με­νος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ
καὶ εἶπα μὴ δή κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός φυλάσ­σων τὴν δια­θήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσ­σουσιν τὰς ἐν­τολὰς αὐτοῦ
ἔστω δὴ τὸ οὖς σου προ­σέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγ­μέ­νοι τοῦ ἀκοῦσαι προ­σευχὴν δούλου σου ἣν ἐγὼ προ­σεύ­χομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ισραηλ δούλων σου καὶ ἐξαγορεύ­ω ἐπι­̀ ἁμαρτίαις υἱῶν Ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν
δια­λύσει διελύσαμεν προ­̀ς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐν­τολὰς καὶ τὰ προ­στάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου
μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων ὑμεῖς ἐὰν ἀσυν­θετήσητε ἐγὼ δια­σκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς
καὶ ἐὰν ἐπι­στρέψητε προ­́ς με καὶ φυλάξητε τὰς ἐν­τολάς μου καὶ ποιήσητε αὐτάς ἐὰν ᾖ ἡ δια­σπορὰ ὑμῶν ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συν­άξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατα­σκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ
καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου οὓς ἐλυτρώσω ἐν δυνάμει σου τῇ μεγά­λῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ
μὴ δή κύριε ἀλλ᾿ ἔστω τὸ οὖς σου προ­σέχον εἰς τὴν προ­σευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προ­σευχὴν παίδων σου τῶν θελόν­των φοβεῖσθαι τὸ ὄνομά σου καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible