Скрыть
9:3
9:4
9:6
9:7
9:8
9:10
9:11
9:12
9:15
9:17
9:19
9:21
9:22
9:23
9:24
9:25
9:26
9:28
9:29
9:30
9:31
9:33
καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν
καὶ ἰδοὺ προ­σέφερον αὐτῷ παρα­λυτικὸν ἐπι­̀ κλίνης βεβλημένον καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παρα­λυτικῷ θάρσει τέκνον ἀφίεν­ταί σου αἱ ἁμαρτίαι
καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς οὗτος βλασφημεῖ
καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν
τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν ἀφίεν­ταί σου αἱ ἁμαρτίαι ἢ εἰπεῖν ἔγειρε καὶ περιπάτει
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπι­̀ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παρα­λυτικῷ ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου
καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ
ἰδόν­τες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόν­τα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις
καὶ παρα­́γων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπι­̀ τὸ τελώνιον Μαθθαῖον λεγόμενον καὶ λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ
καὶ ἐγένετο αὐτοῦ ἀνακει­μέ­νου ἐν τῇ οἰκίᾳ καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόν­τες συν­ανέκειν­το τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ
καὶ ἰδόν­τες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ δια­̀ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν
ὁ δὲ ἀκούσας εἶπεν οὐ χρείαν ἔχουσιν οἱ ἰσχύον­τες ἰατροῦ ἀλλ᾿ οἱ κακῶς ἔχον­τες
πορευθέν­τες δὲ μάθετε τί ἐστιν ἔλεος θέλω καὶ οὐ θυσίαν οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς
τότε προ­σέρχον­ται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγον­τες δια­̀ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύ­ομεν πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύ­ουσιν
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς μὴ δύναν­ται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾿ ὅσον μετ᾿ αὐτῶν ἐστιν ὁ νυμφίος ἐλεύ­σον­ται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύ­σουσιν
οὐδεὶς δὲ ἐπι­βάλλει ἐπι­́βλημα ῥάκους ἀγνάφου ἐπι­̀ ἱματίῳ παλαιῷ αἴρει γὰρ τὸ πλή­ρωμα αὐτοῦ ἀπο­̀ τοῦ ἱματίου καὶ χεῖρον σχίσμα γίνεται
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήγνυν­ται οἱ ἀσκοί καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπό­λλυν­ται ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς καὶ ἀμφότεροι συν­τηροῦν­ται
ταῦτα αὐτοῦ λαλοῦν­τος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ἐλθὼν προ­σεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύ­τησεν ἀλλὰ ἐλθὼν ἐπι­́θες τὴν χεῖρά σου ἐπ᾿ αὐτήν καὶ ζή­σε­ται
καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ
καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προ­σελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ
ἔλεγεν γὰρ ἐν ἑαυτῇ ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι
ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν θάρσει θύγατερ ἡ πίστις σου σέσωκέν σε καὶ ἐσώθη ἡ γυνὴ ἀπο­̀ τῆς ὥρας ἐκείνης
καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχον­τος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
ἔλεγεν ἀναχωρεῖτε οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύ­δει καὶ κατεγέλων αὐτοῦ
ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς καὶ ἠγέρθη τὸ κοράσιον
καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην
καὶ παρα­́γον­τι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζον­τες καὶ λέγον­τες ἐλέησον ἡμᾶς υἱὸς Δαυίδ
ἐλθόν­τι δὲ εἰς τὴν οἰκίαν προ­σῆλθον αὐτῷ οἱ τυφλοί καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς πιστεύ­ετε ὅτι δύναμαι τοῦτο ποιῆσαι λέγουσιν αὐτῷ ναί κύριε
τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων κατα­̀ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν
καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων ὁρᾶτε μηδεὶς γινωσκέτω
οἱ δὲ ἐξελθόν­τες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ
αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προ­σήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον
καὶ ἐκβληθέν­τος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγον­τες οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ
οἱ δὲ Φαρισαῖοι ἔλεγον ἐν τῷ ἄρχον­τι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συν­αγωγαῖς αὐτῶν καὶ κηρύσ­σων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύ­ων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλ­μέ­νοι καὶ ἐρριμ­μέ­νοι ὡσεὶ προ­́βατα μὴ ἔχον­τα ποιμένα
τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι
δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible