Скрыть
8:1
8:3
8:6
8:7
8:8
8:9
8:10
8:11
8:13
8:15
8:18
8:20
8:21
8:24
8:25
8:26
8:27
8:30
8:31
8:32
8:33
8:34
κατα­βάν­τος δὲ αὐτοῦ ἀπο­̀ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί
καὶ ἰδοὺ λεπρο­̀ς προ­σελθὼν προ­σεκύνει αὐτῷ λέγων κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς ὅρα μηδενὶ εἴπῃς ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προ­σένεγκον τὸ δῶρον ὃ προ­σέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
εἰσελθόν­τος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προ­σῆλθεν αὐτῷ ἑκατόν­ταρχος παρα­καλῶν αὐτὸν
καὶ λέγων κύριε ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παρα­λυτικός δεινῶς βασανιζό­με­νος
καὶ λέγει αὐτῷ ἐγὼ ἐλθὼν θεραπεύ­σω αὐτόν
καὶ ἀπο­κριθεὶς ὁ ἑκατόν­ταρχος ἔφη κύριε οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθή­σε­ται ὁ παῖς μου
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ πορεύ­θητι καὶ πορεύ­εται καὶ ἄλλῳ ἔρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου ποίησον τοῦτο καὶ ποιεῖ
ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν ἀμὴν λέγω ὑμῖν παρ᾿ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον
λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπο­̀ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσον­ται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσον­ται εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν­των
καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατον­τάρχῃ ὕπαγε ὡς ἐπι­́στευσας γενηθήτω σοι καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ
καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Пέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσ­σουσαν
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ
ὀψίας δὲ γενομένης προ­σήνεγκαν αὐτῷ δαιμονιζο­μέ­νους πολλούς καὶ ἐξέβαλεν τὰ πνεύ­ματα λόγῳ καὶ πάν­τας τοὺς κακῶς ἔχον­τας ἐθεράπευσεν
ὅπως πλη­ρωθῇ τὸ ῥηθὲν δια­̀ Ἠσαΐου τοῦ προ­φήτου λέγον­τος αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν
ἰδὼν δὲ ὁ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν
καὶ προ­σελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατα­σκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ κύριε ἐπι­́τρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου
ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς
καὶ ἐμβάν­τι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσ­σῃ ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων αὐτὸς δὲ ἐκάθευδεν
καὶ προ­σελθόν­τες ἤγειραν αὐτὸν λέγον­τες κύριε σῶσον ἀπο­λλύμεθα
καὶ λέγει αὐτοῖς τί δειλοί ἐστε ὀλιγόπιστοι τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσ­σῃ καὶ ἐγένετο γαλήνη μεγά­λη
οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγον­τες ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασ­σα αὐτῷ ὑπακούουσιν
καὶ ἐλθόν­τος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήν­τησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν δια­̀ τῆς ὁδοῦ ἐκείνης
καὶ ἰδοὺ ἔκραξαν λέγον­τες τί ἡμῖν καὶ σοί υἱὲ τοῦ θεοῦ ἦλθες ὧδε προ­̀ καιροῦ βασανίσαι ἡμᾶς
ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη
οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγον­τες εἰ ἐκβάλλεις ἡμᾶς ἀπό­στειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων
καὶ εἶπεν αὐτοῖς ὑπάγετε οἱ δὲ ἐξελθόν­τες ἀπῆλθον εἰς τοὺς χοίρους καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατα­̀ τοῦ κρημνοῦ εἰς τὴν θάλασ­σαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν
οἱ δὲ βόσκον­τες ἔφυγον καὶ ἀπελθόν­τες εἰς τὴν πόλιν ἀπήγγειλαν πάν­τα καὶ τὰ τῶν δαιμονιζομένων
καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάν­τησιν τῷ Ἰησοῦ καὶ ἰδόν­τες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπο­̀ τῶν ὁρίων αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible