Скрыть
7:4
7:5
7:6
7:8
7:10
7:11
7:14
7:16
7:17
7:20
7:22
7:25
7:26
7:27
7:29
μὴ κρίνετε ἵνα μὴ κριθῆτε
ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθή­σε­ται ὑμῖν
τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατα­νοεῖς
ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ
ὑποκριτά ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν καὶ τότε δια­βλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου
μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπρο­σθεν τῶν χοίρων μήποτε κατα­πατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέν­τες ῥήξωσιν ὑμᾶς
αἰτεῖτε καὶ δοθή­σε­ται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγή­σε­ται ὑμῖν
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούον­τι ἀνοιγή­σε­ται
ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπι­δώσει αὐτῷ
ἢ καὶ ἰχθὺν αἰτήσει μὴ ὄφιν ἐπι­δώσει αὐτῷ
εἰ οὖν ὑμεῖς πονηροὶ ὄν­τες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν
πάν­τα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προ­φῆται
εἰσέλθατε δια­̀ τῆς στενῆς πύλης ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς
τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκον­τες αὐτήν
προ­σέχετε ἀπο­̀ τῶν ψευδο­προ­φητῶν οἵτινες ἔρχον­ται προ­̀ς ὑμᾶς ἐν ἐνδύμασιν προ­βάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες
ἀπο­̀ τῶν καρπῶν αὐτῶν ἐπι­γνώσεσθε αὐτούς μήτι συλλέγουσιν ἀπο­̀ ἀκανθῶν σταφυλὰς ἢ ἀπο­̀ τριβόλων σῦκα
οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ τὸ δὲ σαπρο­̀ν δένδρον καρποὺς πονηροὺς ποιεῖ
οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν οὐδὲ δένδρον σαπρο­̀ν καρποὺς καλοὺς ποιεῖν
πᾶν δένδρον μὴ ποι­οῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
ἄρα γε ἀπο­̀ τῶν καρπῶν αὐτῶν ἐπι­γνώσεσθε αὐτούς
οὐ πᾶς ὁ λέγων μοι κύριε κύριε εἰσελεύ­­σε­ται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κύριε κύριε οὐ τῷ σῷ ὀνόματι ἐπρο­φητεύ­σαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν
καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς ἀπο­χωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς ὁμοιωθή­σε­ται ἀνδρὶ φρονίμῳ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπι­̀ τὴν πέτραν
καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προ­σέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσεν τεθεμελίωτο γὰρ ἐπι­̀ τὴν πέτραν
καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθή­σε­ται ἀνδρὶ μωρῷ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπι­̀ τὴν ἄμμον
καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προ­σέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ ἔπεσεν καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγά­λη
καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλή­σ­σον­το οἱ ὄχλοι ἐπι­̀ τῇ διδαχῇ αὐτοῦ
ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible