Скрыть
3:2
3:5
3:6
3:8
3:14
3:15
ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παρα­γίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσ­σων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
καὶ λέγων μετανοεῖτε ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν
οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς δια­̀ Ἠσαΐου τοῦ προ­φήτου λέγον­τος φωνὴ βοῶν­τος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπο­̀ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον
τότε ἐξεπορεύ­ετο προ­̀ς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου
καὶ ἐβαπτίζον­το ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν
ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχο­μέ­νους ἐπι­̀ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς γεννήματα ἐχιδνῶν τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπο­̀ τῆς μελλούσης ὀργῆς
ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας
καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
ἤδη δὲ ἡ ἀξίνη προ­̀ς τὴν ῥίζαν τῶν δένδρων κεῖται πᾶν οὖν δένδρον μὴ ποι­οῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν ὁ δὲ ὀπίσω μου ἐρχό­με­νος ἰσχυρότερός μού ἐστιν οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύ­ματι ἁγίῳ καὶ πυρί
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ δια­καθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συν­άξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀπο­θήκην τὸ δὲ ἄχυρον κατα­καύσει πυρὶ ἀσβέστῳ
τότε παρα­γίνεται ὁ Ἰησοῦς ἀπο­̀ τῆς Γαλιλαίας ἐπι­̀ τὸν Ἰορδάνην προ­̀ς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ
ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ προ­́ς με
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν προ­̀ς αὐτόν ἄφες ἄρτι οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πλη­ρῶσαι πᾶσαν δικαιοσύνην τότε ἀφίησιν αὐτόν
βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπο­̀ τοῦ ὕδα­τος καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ κατα­βαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν
καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible