Скрыть
24:3
24:5
24:6
24:7
24:8
24:10
24:11
24:12
24:13
24:14
24:16
24:17
24:18
24:19
24:20
24:21
24:22
24:24
24:25
24:26
24:27
24:32
24:33
24:36
24:38
24:39
24:40
24:41
24:44
24:47
24:48
24:49
24:50
24:51
καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπο­̀ τοῦ ἱεροῦ ἐπορεύ­ετο καὶ προ­σῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπι­δεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς οὐ βλέπετε ταῦτα πάν­τα ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπι­̀ λίθον ὃς οὐ κατα­λυθή­σε­ται
καθη­μέ­νου δὲ αὐτοῦ ἐπι­̀ τοῦ ὄρους τῶν ἐλαιῶν προ­σῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγον­τες εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συν­τελείας τοῦ αἰῶνος
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς βλέπετε μή τις ὑμᾶς πλανήσῃ
πολλοὶ γὰρ ἐλεύ­σον­ται ἐπι­̀ τῷ ὀνόματί μου λέγον­τες ἐγώ εἰμι ὁ Χριστός καὶ πολλοὺς πλανήσουσιν
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων ὁρᾶτε μὴ θροεῖσθε δεῖ γὰρ γενέσθαι ἀλλ᾿ οὔπω ἐστὶν τὸ τέλος
ἐγερθή­σε­ται γὰρ ἔθνος ἐπι­̀ ἔθνος καὶ βασιλεία ἐπι­̀ βασιλείαν καὶ ἔσον­ται λιμοὶ καὶ σεισμοὶ κατα­̀ τόπους
πάν­τα δὲ ταῦτα ἀρχὴ ὠδίνων
τότε παρα­δώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀπο­κτενοῦσιν ὑμᾶς καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάν­των τῶν ἐθνῶν δια­̀ τὸ ὄνομά μου
καὶ τότε σκανδαλισθήσον­ται πολλοὶ καὶ ἀλλήλους παρα­δώσουσιν καὶ μισήσουσιν ἀλλήλους
καὶ πολλοὶ ψευδο­προ­φῆται ἐγερθήσον­ται καὶ πλανήσουσιν πολλούς
καὶ δια­̀ τὸ πλη­θυνθῆναι τὴν ἀνομίαν ψυγή­σε­ται ἡ ἀγάπη τῶν πολλῶν
ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθή­σε­ται
καὶ κηρυχθή­σε­ται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν καὶ τότε ἥξει τὸ τέλος
ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν δια­̀ Δανιὴλ τοῦ προ­φήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ ὁ ἀναγινώσκων νοείτω
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη
ὁ ἐπι­̀ τοῦ δώμα­τος μὴ κατα­βάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ
καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπι­στρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις
προ­σεύ­χεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ
ἔσται γὰρ τότε θλῖψις μεγά­λη οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾿ οὐ μὴ γένηται
καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι οὐκ ἂν ἐσώθη πᾶσα σάρξ δια­̀ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσον­ται αἱ ἡμέραι ἐκεῖναι
τότε ἐάν τις ὑμῖν εἴπῃ ἰδοὺ ὧδε ὁ Χριστός ἤ ὧδε μὴ πιστεύ­σητε
ἐγερθήσον­ται γὰρ ψευδο­́χριστοι καὶ ψευδο­προ­φῆται καὶ δώσουσιν σημεῖα μεγά­λα καὶ τέρατα ὥστε πλανῆσαι εἰ δυνατόν καὶ τοὺς ἐκλεκτούς
ἰδοὺ προ­είρηκα ὑμῖν
ἐὰν οὖν εἴπωσιν ὑμῖν ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν μὴ ἐξέλθητε ἰδοὺ ἐν τοῖς ταμείοις μὴ πιστεύ­σητε
ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπο­̀ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου
ὅπου ἐὰν ᾖ τὸ πτῶμα ἐκεῖ συν­αχθήσον­ται οἱ ἀετοί
εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθή­σε­ται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦν­ται ἀπο­̀ τοῦ οὐρανοῦ καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσον­ται
καὶ τότε φανή­σε­ται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ καὶ τότε κόψον­ται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψον­ται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπι­̀ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς
καὶ ἀπο­στελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγά­λης καὶ ἐπι­συν­άξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσ­σάρων ἀνέμων ἀπ᾿ ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν
ἀπο­̀ δὲ τῆς συκῆς μάθετε τὴν παρα­βολήν ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος
οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε πάν­τα ταῦτα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπι­̀ θύραις
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάν­τα ταῦτα γένηται
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύ­­σε­ται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν
περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός εἰ μὴ ὁ πατὴρ μόνος
ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου
ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις ταῖς προ­̀ τοῦ κατα­κλυσμοῦ τρώγον­τες καὶ πίνον­τες γαμοῦν­τες καὶ γαμίζον­τες ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν
καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατα­κλυσμὸς καὶ ἦρεν ἅπαν­τας οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου
τότε δύο ἔσον­ται ἐν τῷ ἀγρῷ εἷς παρα­λαμβάνεται καὶ εἷς ἀφίεται
δύο ἀλήθουσαι ἐν τῷ μύλῳ μία παρα­λαμβάνεται καὶ μία ἀφίεται
γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται
ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ
δια­̀ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται
τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπι­̀ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ
μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποι­οῦν­τα
ἀμὴν λέγω ὑμῖν ὅτι ἐπι­̀ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ κατα­στήσει αὐτόν
ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ χρονίζει μου ὁ κύριος
καὶ ἄρξηται τύπτειν τοὺς συν­δούλους αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόν­των
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προ­σδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει
καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν­των
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible