Скрыть
19:2
19:3
19:6
19:8
19:10
19:11
19:15
19:18
19:20
19:21
19:22
19:23
19:24
19:25
19:29
καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπο­̀ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ
καὶ προ­σῆλθον αὐτῷ Φαρισαῖοι πειράζον­τες αὐτὸν καὶ λέγον­τες εἰ ἔξεστιν ἀνθρώπῳ ἀπο­λῦσαι τὴν γυναῖκα αὐτοῦ κατα­̀ πᾶσαν αἰτίαν
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς
καὶ εἶπεν ἕνεκα τούτου κατα­λείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθή­σε­ται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσον­ται οἱ δύο εἰς σάρκα μίαν
ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία ὃ οὖν ὁ θεὸς συν­έζευξεν ἄνθρωπος μὴ χωριζέτω
λέγουσιν αὐτῷ τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀπο­στασίου καὶ ἀπο­λῦσαι αὐτήν
λέγει αὐτοῖς ὅτι Μωϋσῆς προ­̀ς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπο­λῦσαι τὰς γυναῖκας ὑμῶν ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως
λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπο­λύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπι­̀ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται
λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός οὐ συμφέρει γαμῆσαι
ὁ δὲ εἶπεν αὐτοῖς οὐ πάν­τες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ᾿ οἷς δέδοται
εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς δια­̀ τὴν βασιλείαν τῶν οὐρανῶν ὁ δυνά­με­νος χωρεῖν χωρείτω
τότε προ­σηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπι­θῇ αὐτοῖς καὶ προ­σεύξηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς
ὁ δὲ Ἰησοῦς εἶπεν ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν προ­́ς με τῶν γὰρ τοι­ούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν
καὶ ἐπι­θεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύ­θη ἐκεῖθεν
καὶ ἰδοὺ εἷς προ­σελθὼν αὐτῷ εἶπεν διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον
ὁ δὲ εἶπεν αὐτῷ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ εἷς ἐστιν ὁ ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν τήρησον τὰς ἐν­τολάς
λέγει αὐτῷ ποίας ὁ δὲ Ἰησοῦς εἶπεν τὸ οὐ φονεύ­σεις οὐ μοιχεύ­σεις οὐ κλέψεις οὐ ψευδο­μαρτυρήσεις
τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί ἀγαπήσεις τὸν πλη­σίον σου ὡς σεαυτόν
λέγει αὐτῷ ὁ νεανίσκος πάν­τα ταῦτα ἐφύλαξα τί ἔτι ὑστερῶ
ἔφη αὐτῷ ὁ Ἰησοῦς εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχον­τα καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι
ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπού­με­νος ἦν γὰρ ἔχων κτήματα πολλά
ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύ­­σε­ται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
πάλιν δὲ λέγω ὑμῖν εὐκοπώτερόν ἐστιν κάμηλον δια­̀ τρυπήμα­τος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ
ἀκούσαν­τες δὲ οἱ μαθηταὶ ἐξεπλή­σ­σον­το σφόδρα λέγον­τες τίς ἄρα δύναται σωθῆναι
ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς παρα­̀ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν παρα­̀ δὲ θεῷ πάν­τα δυνατά
τότε ἀπο­κριθεὶς ὁ Пέτρος εἶπεν αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάν­τα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαν­τές μοι ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπι­̀ θρόνου δόξης αὐτοῦ καθήσεσθε καὶ ὑμεῖς ἐπι­̀ δώδεκα θρόνους κρίνον­τες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ
καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ἑκατον­ταπλασίονα λήμψ­σε­ται καὶ ζωὴν αἰώνιον κληρο­νο­μήσει
πολλοὶ δὲ ἔσον­ται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible