Скрыть
3:2
3:3
3:4
3:5
3:8
3:9
3:10
3:12
3:13
3:15
3:17
3:18
3:19
3:20
3:23
3:25
3:26
3:27
3:29
3:30
3:32
3:33
3:34
3:35
καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συν­αγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα
καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύ­σει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ
καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἔχον­τι ἔγειρε εἰς τὸ μέσον
καὶ λέγει αὐτοῖς ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀπο­κτεῖναι οἱ δὲ ἐσιώπων
καὶ περιβλεψά­με­νος αὐτοὺς μετ᾿ ὀργῆς συλλυπού­με­νος ἐπι­̀ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ ἔκτεινον τὴν χεῖρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ
καὶ ἐξελθόν­τες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδια­νῶν συμβούλιον ἐδίδουν κατ᾿ αὐτοῦ ὅπως αὐτὸν ἀπο­λέσωσιν
καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν προ­̀ς τὴν θάλασ­σαν καὶ πολὺ πλῆ­θος ἀπο­̀ τῆς Γαλιλαίας ἠκολούθησεν καὶ ἀπο­̀ τῆς Ἰουδαίας
καὶ ἀπο­̀ Ἱεροσολύμων καὶ ἀπο­̀ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα πλῆ­θος πολύ ἀκούον­τες ὅσα ἐποίει ἦλθον προ­̀ς αὐτόν
καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προ­σκαρτερῇ αὐτῷ δια­̀ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν
πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπι­πίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψων­ται ὅσοι εἶχον μάστιγας
καὶ τὰ πνεύ­ματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρουν προ­σέπιπτον αὐτῷ καὶ ἔκραζον λέγον­τες ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ
καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν
καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προ­σκαλεῖται οὓς ἤθελεν αὐτός καὶ ἀπῆλθον προ­̀ς αὐτόν
καὶ ἐποίησεν δώδεκα οὓς καὶ ἀπο­στόλους ὠνόμασεν ἵνα ὦσιν μετ᾿ αὐτοῦ καὶ ἵνα ἀπο­στέλλῃ αὐτοὺς κηρύσ­σειν
καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια
καὶ ἐποίησεν τοὺς δώδεκα καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Пέτρον
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές ὅ ἐστιν υἱοὶ βρον­τῆς
καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
καὶ Ἰούδαν Ἰσκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν
καὶ ἔρχεται εἰς οἶκον καὶ συν­έρχεται πάλιν ὁ ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν
καὶ ἀκούσαν­τες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη
καὶ οἱ γραμματεῖς οἱ ἀπο­̀ Ἱεροσολύμων κατα­βάν­τες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχον­τι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
καὶ προ­σκαλεσά­με­νος αὐτοὺς ἐν παρα­βολαῖς ἔλεγεν αὐτοῖς πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν
καὶ ἐὰν βασιλεία ἐφ᾿ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη
καὶ ἐὰν οἰκία ἐφ᾿ ἑαυτὴν μερισθῇ οὐ δυνή­σε­ται ἡ οἰκία ἐκείνη σταθῆναι
καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ ἐμερίσθη οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει
ἀλλ᾿ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύ­η αὐτοῦ δια­ρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ δια­ρπάσει
ἀμὴν λέγω ὑμῖν ὅτι πάν­τα ἀφεθή­σε­ται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν
ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήμα­τος
ὅτι ἔλεγον πνεῦμα ἀκάθαρτον ἔχει
καὶ ἔρχεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω στήκον­τες ἀπέστειλαν προ­̀ς αὐτὸν καλοῦν­τες αὐτόν
καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος καὶ λέγουσιν αὐτῷ ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαι σου ἔξω ζητοῦσίν σε
καὶ ἀπο­κριθεὶς αὐτοῖς λέγει τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
καὶ περιβλεψά­με­νος τοὺς περὶ αὐτὸν κύκλῳ καθη­μέ­νους λέγει ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible