Скрыть
2:2
2:4
2:6
2:7
2:10
2:11
2:12
2:13
2:15
2:16
2:19
2:20
2:22
2:24
2:25
2:27
2:28
καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι᾿ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν
καὶ συν­ήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ προ­̀ς τὴν θύραν καὶ ἐλάλει αὐτοῖς τὸν λόγον
καὶ ἔρχον­ται φέρον­τες προ­̀ς αὐτὸν παρα­λυτικὸν αἰρόμενον ὑπὸ τεσ­σάρων
καὶ μὴ δυνάμενοι προ­σενέγκαι αὐτῷ δια­̀ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαν­τες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παρα­λυτικὸς κατέκειτο
καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παρα­λυτικῷ τέκνον ἀφίεν­ταί σου αἱ ἁμαρτίαι
ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ δια­λογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν
τί οὗτος οὕτως λαλεῖ βλασφημεῖ τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός
καὶ εὐθὺς ἐπι­γνοὺς ὁ Ἰησοῦς τῷ πνεύ­ματι αὐτοῦ ὅτι οὕτως δια­λογίζον­ται ἐν ἑαυτοῖς λέγει αὐτοῖς τί ταῦτα δια­λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
τί ἐστιν εὐκοπώτερον εἰπεῖν τῷ παρα­λυτικῷ ἀφίεν­ταί σου αἱ ἁμαρτίαι ἢ εἰπεῖν ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπι­̀ τῆς γῆς λέγει τῷ παρα­λυτικῷ
σοὶ λέγω ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου
καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπρο­σθεν πάν­των ὥστε ἐξίστασθαι πάν­τας καὶ δοξάζειν τὸν θεὸν λέγον­τας ὅτι οὕτως οὐδέποτε εἴδομεν
καὶ ἐξῆλθεν πάλιν παρα­̀ τὴν θάλασ­σαν καὶ πᾶς ὁ ὄχλος ἤρχετο προ­̀ς αὐτόν καὶ ἐδίδασκεν αὐτούς
καὶ παρα­́γων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπι­̀ τὸ τελώνιον καὶ λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ
καὶ γίνεται κατα­κεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συν­ανέκειν­το τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ
καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόν­τες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει
καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ὅτι οὐ χρείαν ἔχουσιν οἱ ἰσχύον­τες ἰατροῦ ἀλλ᾿ οἱ κακῶς ἔχον­τες οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς
καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύ­ον­τες καὶ ἔρχον­ται καὶ λέγουσιν αὐτῷ δια­̀ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύ­ουσιν οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύ­ουσιν
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς μὴ δύναν­ται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν νηστεύ­ειν ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ᾿ αὐτῶν οὐ δύναν­ται νηστεύ­ειν
ἐλεύ­σον­ται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος καὶ τότε νηστεύ­σουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
οὐδεὶς ἐπι­́βλημα ῥάκους ἀγνάφου ἐπι­ράπτει ἐπι­̀ ἱμάτιον παλαιόν εἰ δὲ μή αἴρει τὸ πλή­ρωμα ἀπ᾿ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ καὶ χεῖρον σχίσμα γίνεται
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή ῥήξει ὁ οἶνος τοὺς ἀσκούς καὶ ὁ οἶνος ἀπό­λλυται καὶ οἱ ἀσκοί ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς
καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παρα­πορεύ­εσθαι δια­̀ τῶν σπορίμων καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαν­το ὁδὸν ποιεῖν τίλλον­τες τοὺς στάχυας
καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ ἴδε τί ποι­οῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν
καὶ λέγει αὐτοῖς οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπι­̀ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προ­θέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν
καὶ ἔλεγεν αὐτοῖς τὸ σάββατον δια­̀ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος δια­̀ τὸ σάββατον
ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible