Скрыть
16:2
16:3
16:4
16:6
16:8
16:10
16:11
16:13
16:21
καὶ δια­γενο­μέ­νου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν
καὶ λίαν πρωιῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχον­ται ἐπι­̀ τὸ μνημεῖον ἀνατείλαν­τος τοῦ ἡλίου
καὶ ἔλεγον προ­̀ς ἑαυτάς τίς ἀπο­κυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου
καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀπο­κεκύλισται ὁ λίθος ἦν γὰρ μέγας σφόδρα
καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν καὶ ἐξεθαμβήθησαν
ὁ δὲ λέγει αὐταῖς μὴ ἐκθαμβεῖσθε Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον ἠγέρθη οὐκ ἔστιν ὧδε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν
ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Пέτρῳ ὅτι προ­άγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε καθὼς εἶπεν ὑμῖν
καὶ ἐξελθοῦσαι ἔφυγον ἀπο­̀ τοῦ μνημείου εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις καὶ οὐδενὶ οὐδὲν εἶπαν ἐφοβοῦν­το γάρ
ἀναστὰς δὲ πρωιῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ παρ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια
ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ᾿ αὐτοῦ γενο­μέ­νοις πενθοῦσι καὶ κλαίουσιν
κἀκεῖνοι ἀκούσαν­τες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς ἠπίστησαν
μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευο­μέ­νοις εἰς ἀγρόν
κἀκεῖνοι ἀπελθόν­τες ἀπήγγειλαν τοῖς λοιποῖς οὐδὲ ἐκείνοις ἐπι­́στευσαν
ὕστερον δὲ ἀνακει­μέ­νοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασα­μέ­νοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπι­́στευσαν
καὶ εἶπεν αὐτοῖς πορευθέν­τες εἰς τὸν κόσμον ἅπαν­τα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει
ὁ πιστεύ­σας καὶ βαπτισθεὶς σωθή­σε­ται ὁ δὲ ἀπιστήσας κατα­κριθή­σε­ται
σημεῖα δὲ τοῖς πιστεύ­σασιν ταῦτα παρα­κολουθήσει ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν γλώσ­σαις λαλήσουσιν καιναῖς
καὶ ἐν ταῖς χερσὶν ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ ἐπι­̀ ἀρρώστους χεῖρας ἐπι­θήσουσιν καὶ καλῶς ἕξουσιν
ὁ μὲν οὖν κύριος Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ
ἐκεῖνοι δὲ ἐξελθόν­τες ἐκήρυξαν παν­ταχοῦ τοῦ κυρίου συν­εργοῦν­τος καὶ τὸν λόγον βεβαιοῦν­τος δια­̀ τῶν ἐπακολουθούν­των σημείων
πάν­τα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Пέτρον συν­τόμως ἐξήγγειλαν μετὰ δὲ ταῦτα καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπο­̀ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι᾿ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible