Скрыть
15:3
15:4
15:5
15:6
15:7
15:8
15:9
15:10
15:12
15:13
15:14
15:16
15:17
15:18
15:19
15:20
15:25
15:27
15:30
15:31
15:32
15:33
15:35
15:37
15:38
15:39
15:40
15:41
15:44
15:45
15:46
καὶ εὐθὺς πρωιῒ συμβούλιον ποιήσαν­τες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συν­έδριον δήσαν­τες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Пιλάτῳ
καὶ ἐπηρώτησεν αὐτὸν ὁ Пιλᾶτος σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὁ δὲ ἀπο­κριθεὶς αὐτῷ λέγει σὺ λέγεις
καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά
ὁ δὲ Пιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων οὐκ ἀπο­κρίνῃ οὐδέν ἴδε πόσα σου κατηγοροῦσιν
ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Пιλᾶτον
κατα­̀ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦν­το
ἦν δὲ ὁ λεγό­με­νος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν
καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς
ὁ δὲ Пιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων θέλετε ἀπο­λύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων
ἐγίνωσκεν γὰρ ὅτι δια­̀ φθόνον παρα­δεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς
οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπο­λύσῃ αὐτοῖς
ὁ δὲ Пιλᾶτος πάλιν ἀπο­κριθεὶς ἔλεγεν αὐτοῖς τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων
οἱ δὲ πάλιν ἔκραξαν σταύρωσον αὐτόν
ὁ δὲ Пιλᾶτος ἔλεγεν αὐτοῖς τί γὰρ ἐποίησεν κακόν οἱ δὲ περισ­σῶς ἔκραξαν σταύρωσον αὐτόν
ὁ δὲ Пιλᾶτος βουλό­με­νος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ
οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς ὅ ἐστιν πραιτώριον καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν
καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαν­τες ἀκάνθινον στέφανον
καὶ ἤρξαν­το ἀσπάζεσθαι αὐτόν χαῖρε βασιλεῦ τῶν Ἰουδαίων
καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέν­τες τὰ γόνατα προ­σεκύνουν αὐτῷ
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν
καὶ ἀγγαρεύ­ουσιν παρα­́γον­τά τινα Σίμωνα κυρηναῖον ἐρχόμενον ἀπ᾿ ἀγροῦ τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
καὶ φέρουσιν αὐτὸν ἐπι­̀ τὸν Γολγοθᾶν τόπον ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος
καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον ὃς δὲ οὐκ ἔλαβεν
καὶ σταυροῦσιν αὐτὸν καὶ δια­μερίζον­ται τὰ ἱμάτια αὐτοῦ βάλλον­τες κλῆρον ἐπ᾿ αὐτὰ τίς τί ἄρῃ
ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν
καὶ ἦν ἡ ἐπι­γραφὴ τῆς αἰτίας αὐτοῦ ἐπι­γεγραμμένη ὁ βασιλεὺς τῶν Ἰουδαίων
καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ
καὶ οἱ παρα­πορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦν­τες τὰς κεφαλὰς αὐτῶν καὶ λέγον­τες οὐὰ ὁ κατα­λύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις
σῶσον σεαυτὸν κατα­βὰς ἀπο­̀ τοῦ σταυροῦ
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζον­τες προ­̀ς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι
ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ κατα­βάτω νῦν ἀπο­̀ τοῦ σταυροῦ ἵνα ἴδωμεν καὶ πιστεύ­σωμεν καὶ οἱ συν­εσταυρω­μέ­νοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν
καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγά­λῃ ελωι ελωι λεμα σαβαχθανι ὅ ἐστιν μεθερμηνευόμενον ὁ θεός μου ὁ θεός μου εἰς τί ἐγκατέλιπές με
καί τινες τῶν παρεστηκότων ἀκούσαν­τες ἔλεγον ἴδε Ἠλίαν φωνεῖ
δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν λέγων ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν
ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγά­λην ἐξέπνευσεν
καὶ τὸ κατα­πέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾿ ἄνωθεν ἕως κάτω
ἰδὼν δὲ ὁ κεν­τυρίων ὁ παρεστηκὼς ἐξ ἐναν­τίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν
ἦσαν δὲ καὶ γυναῖκες ἀπο­̀ μακρόθεν θεωροῦσαι ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη
αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ καὶ ἄλλαι πολλαὶ αἱ συν­αναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα
καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἦν παρα­σκευή ὅ ἐστιν προ­σάββατον
ἐλθὼν Ἰωσὴφ ὁ ἀπο­̀ Ἁριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτὸς ἦν προ­σδεχό­με­νος τὴν βασιλείαν τοῦ θεοῦ τολμήσας εἰσῆλθεν προ­̀ς τὸν Пιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
ὁ δὲ Пιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προ­σκαλεσά­με­νος τὸν κεν­τυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν
καὶ γνοὺς ἀπο­̀ τοῦ κεν­τυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ
καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προ­σεκύλισεν λίθον ἐπι­̀ τὴν θύραν τοῦ μνημείου
ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible