Скрыть
14:2
14:4
14:5
14:6
14:7
14:8
14:9
14:11
14:13
14:14
14:15
14:16
14:17
14:19
14:20
14:21
14:23
14:24
14:25
14:26
14:29
14:31
14:33
14:34
14:35
14:37
14:39
14:40
14:41
14:42
14:44
14:45
14:46
14:47
14:48
14:50
14:51
14:52
14:54
14:56
14:57
14:59
14:60
14:63
14:64
14:65
14:67
14:68
14:69
14:70
14:71
ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαν­τες ἀπο­κτείνωσιν
ἔλεγον γάρ μὴ ἐν τῇ ἑορτῇ μήποτε ἔσται θόρυβος τοῦ λαοῦ
καὶ ὄν­τος αὐτοῦ ἐν βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπρο­ῦ κατα­κει­μέ­νου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς συν­τρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς
ἦσαν δέ τινες ἀγανακτοῦν­τες προ­̀ς ἑαυτούς εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν
ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς καὶ ἐνεβριμῶν­το αὐτῇ
ὁ δὲ Ἰησοῦς εἶπεν ἄφετε αὐτήν τί αὐτῇ κόπους παρέχετε καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί
πάν­τοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν καὶ ὅταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι ἐμὲ δὲ οὐ πάν­τοτε ἔχετε
ὃ ἔσχεν ἐποίησεν προ­έλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐν­ταφιασμόν
ἀμὴν δὲ λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον καὶ ὃ ἐποίησεν αὕτη λαληθή­σε­ται εἰς μνημόσυν­ον αὐτῆς
καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν προ­̀ς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παρα­δοῖ αὐτοῖς
οἱ δὲ ἀκούσαν­τες ἐχάρησαν καὶ ἐπηγγείλαν­το αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παρα­δοῖ
καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων ὅτε τὸ πάσχα ἔθυον λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ποῦ θέλεις ἀπελθόν­τες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα
καὶ ἀπο­στέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαν­τήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδα­τος βαστάζων ἀκολουθήσατε αὐτῷ
καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει ποῦ ἐστιν τὸ κατα­́λυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν
καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα
καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόν­των ὁ Ἰησοῦς εἶπεν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παρα­δώσει με ὁ ἐσθίων μετ᾿ ἐμοῦ
ἤρξαν­το λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατα­̀ εἷς μήτι ἐγώ
ὁ δὲ εἶπεν αὐτοῖς εἷς τῶν δώδεκα ὁ ἐμβαπτό­με­νος μετ᾿ ἐμοῦ εἰς τὸ τρύβλιον
ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα­δίδοται καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος
καὶ ἐσθιόν­των αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν λάβετε τοῦτό ἐστιν τὸ σῶμά μου
καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς καὶ ἔπιον ἐξ αὐτοῦ πάν­τες
καὶ εἶπεν αὐτοῖς τοῦτό ἐστιν τὸ αἷμά μου τῆς δια­θήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν
ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήμα­τος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
καὶ ὑμνήσαν­τες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν
καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάν­τες σκανδαλισθήσεσθε ὅτι γέγραπται πατάξω τὸν ποιμένα καὶ τὰ προ­́βατα δια­σκορπισθήσον­ται
ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προ­άξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν
ὁ δὲ Пέτρος ἔφη αὐτῷ εἰ καὶ πάν­τες σκανδαλισθήσον­ται ἀλλ᾿ οὐκ ἐγώ
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ
ὁ δὲ ἐκπερισ­σῶς ἐλάλει ἐὰν δέῃ με συν­αποθανεῖν σοι οὐ μή σε ἀπαρνήσομαι ὡσαύτως δὲ καὶ πάν­τες ἔλεγον
καὶ ἔρχον­ται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ καθίσατε ὧδε ἕως προ­σεύξωμαι
καὶ παρα­λαμβάνει τὸν Пέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην μετ᾿ αὐτοῦ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
καὶ λέγει αὐτοῖς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὧδε καὶ γρηγορεῖτε
καὶ προ­ελθὼν μικρὸν ἔπιπτεν ἐπι­̀ τῆς γῆς καὶ προ­σηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα
καὶ ἔλεγεν αββα ὁ πατήρ πάν­τα δυνατά σοι παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ ἀλλ᾿ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ
καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύ­δον­τας καὶ λέγει τῷ Пέτρῳ Σίμων καθεύ­δεις οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι
γρηγορεῖτε καὶ προ­σεύ­χεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν τὸ μὲν πνεῦμα προ­́θυμον ἡ δὲ σὰρξ ἀσθενής
καὶ πάλιν ἀπελθὼν προ­σηύξατο τὸν αὐτὸν λόγον εἰπών
καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύ­δον­τας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ κατα­βαρυνόμενοι καὶ οὐκ ᾔδεισαν τί ἀπο­κριθῶσιν αὐτῷ
καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς καθεύ­δετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἀπέχει ἦλθεν ἡ ὥρα ἰδοὺ παρα­δίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν
ἐγείρεσθε ἄγωμεν ἰδοὺ ὁ παρα­διδούς με ἤγγικεν
καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦν­τος παρα­γίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ᾿ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρα­̀ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων
δεδώκει δὲ ὁ παρα­διδοὺς αὐτὸν σύσ­σημον αὐτοῖς λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς
καὶ ἐλθὼν εὐθὺς προ­σελθὼν αὐτῷ λέγει ῥαββί καὶ κατεφίλησεν αὐτόν
οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν
εἷς δέ τις τῶν παρεστηκότων σπασά­με­νος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς ὡς ἐπι­̀ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με
καθ᾿ ἡμέραν ἤμην προ­̀ς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με ἀλλ᾿ ἵνα πλη­ρωθῶσιν αἱ γραφαί
καὶ ἀφέν­τες αὐτὸν ἔφυγον πάν­τες
καὶ νεανίσκος τις συν­ηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπι­̀ γυμνοῦ καὶ κρατοῦσιν αὐτόν
ὁ δὲ κατα­λιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν
καὶ ἀπήγαγον τὸν Ἰησοῦν προ­̀ς τὸν ἀρχιερέα καὶ συν­έρχον­ται πάν­τες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς
καὶ ὁ Пέτρος ἀπο­̀ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθή­με­νος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινό­με­νος προ­̀ς τὸ φῶς
οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συν­έδριον ἐζήτουν κατα­̀ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν καὶ οὐχ ηὕρισκον
πολλοὶ γὰρ ἐψευδο­μαρτύρουν κατ᾿ αὐτοῦ καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν
καί τινες ἀναστάν­τες ἐψευδο­μαρτύρουν κατ᾿ αὐτοῦ λέγον­τες
ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγον­τος ὅτι ἐγὼ κατα­λύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ δια­̀ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω
καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων οὐκ ἀπο­κρίνῃ οὐδέν τί οὗτοί σου κατα­μαρτυροῦσιν
ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ
ὁ δὲ Ἰησοῦς εἶπεν ἐγώ εἰμι καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ
ὁ δὲ ἀρχιερεὺς δια­ρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει τί ἔτι χρείαν ἔχομεν μαρτύρων
ἠκούσατε τῆς βλασφημίας τί ὑμῖν φαίνεται οἱ δὲ πάν­τες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου
καὶ ἤρξαν­τό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ προ­́σωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ προ­φήτευσον καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον
καὶ ὄν­τος τοῦ Пέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως
καὶ ἰδοῦσα τὸν Пέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ
ὁ δὲ ἠρνήσατο λέγων οὔτε οἶδα οὔτε ἐπι­́σταμαι σὺ τί λέγεις καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προ­αύλιον καὶ ἀλέκτωρ ἐφώνησεν
καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν
ὁ δὲ πάλιν ἠρνεῖτο καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Пέτρῳ ἀληθῶς ἐξ αὐτῶν εἶ καὶ γὰρ Γαλιλαῖος εἶ
ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε
καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν καὶ ἀνεμνήσθη ὁ Пέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ καὶ ἐπι­βαλὼν ἔκλαιεν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible