Скрыть
9:2
9:3
9:4
9:6
9:8
9:11
9:12
9:14
9:15
9:16
9:17
9:19
9:21
9:24
9:27
9:29
9:30
9:33
9:34
9:36
9:37
9:39
9:40
9:41
9:42
9:43
9:47
9:52
9:55
9:58
9:59
9:61
9:62
συγκαλεσά­με­νος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπι­̀ πάν­τα τὰ δαιμόνια καὶ νόσους θεραπεύ­ειν
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσ­σειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς
καὶ εἶπεν προ­̀ς αὐτούς μηδὲν αἴρετε εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε
καὶ ὅσοι ἂν μὴ δέχων­ται ὑμᾶς ἐξερχόμενοι ἀπο­̀ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπο­̀ τῶν ποδῶν ὑμῶν ἀπο­τινάσ­σετε εἰς μαρτύριον ἐπ᾿ αὐτούς
ἐξερχόμενοι δὲ διήρχον­το κατα­̀ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύ­ον­τες παν­ταχοῦ
ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάν­τα καὶ διηπόρει δια­̀ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν
ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη ἄλλων δὲ ὅτι προ­φήτης τις τῶν ἀρχαίων ἀνέστη
εἶπεν δὲ Ἡρῴδης Ἰωάννην ἐγὼ ἀπεκεφάλισα τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα καὶ ἐζήτει ἰδεῖν αὐτόν
καὶ ὑποστρέψαν­τες οἱ ἀπό­στολοι διηγήσαν­το αὐτῷ ὅσα ἐποίησαν καὶ παρα­λαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾿ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά
οἱ δὲ ὄχλοι γνόν­τες ἠκολούθησαν αὐτῷ καὶ ἀπο­δεξά­με­νος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοὺς χρείαν ἔχον­τας θεραπείας ἰᾶτο
ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν προ­σελθόν­τες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ ἀπό­λυσον τὸν ὄχλον ἵνα πορευθέν­τες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς κατα­λύσωσιν καὶ εὕρωσιν ἐπι­σιτισμόν ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν
εἶπεν δὲ προ­̀ς αὐτούς δότε αὐτοῖς ὑμεῖς φαγεῖν οἱ δὲ εἶπαν οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέν­τε καὶ ἰχθύες δύο εἰ μήτι πορευθέν­τες ἡμεῖς ἀγοράσωμεν εἰς πάν­τα τὸν λαὸν τοῦτον βρώματα
ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεν­τακισχίλιοι εἶπεν δὲ προ­̀ς τοὺς μαθητὰς αὐτοῦ κατα­κλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεν­τήκον­τα
καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαν­τας
λαβὼν δὲ τοὺς πέν­τε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παρα­θεῖναι τῷ ὄχλῳ
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάν­τες καὶ ἤρθη τὸ περισ­σεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα
καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προ­σευχόμενον κατα­̀ μόνας συν­ῆσαν αὐτῷ οἱ μαθηταί καὶ ἐπηρώτησεν αὐτοὺς λέγων τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι
οἱ δὲ ἀπο­κριθέν­τες εἶπαν Ἰωάννην τὸν βαπτιστήν ἄλλοι δὲ Ἠλίαν ἄλλοι δὲ ὅτι προ­φήτης τις τῶν ἀρχαίων ἀνέστη
εἶπεν δὲ αὐτοῖς ὑμεῖς δὲ τίνα με λέγετε εἶναι Пέτρος δὲ ἀπο­κριθεὶς εἶπεν τὸν Χριστὸν τοῦ θεοῦ
ὁ δὲ ἐπι­τιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο
εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀπο­δοκιμασθῆναι ἀπο­̀ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀπο­κτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
ἔλεγεν δὲ προ­̀ς πάν­τας εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν καὶ ἀκολουθείτω μοι
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπο­λέσει αὐτήν ὃς δ᾿ ἂν ἀπο­λέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ οὗτος σώσει αὐτήν
τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπο­λέσας ἢ ζημιωθείς
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθή­σε­ται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων
λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύ­σων­ται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ
ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παρα­λαβὼν Пέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προ­σεύξασθαι
καὶ ἐγένετο ἐν τῷ προ­σεύ­χεσθαι αὐτὸν τὸ εἶδος τοῦ προ­σώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων
καὶ ἰδοὺ ἄνδρες δύο συν­ελάλουν αὐτῷ οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας
οἳ ὀφθέν­τες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πλη­ροῦν ἐν Ἰερουσαλήμ
ὁ δὲ Пέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρη­μέ­νοι ὕπνῳ δια­γρηγορήσαν­τες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συν­εστῶτας αὐτῷ
καὶ ἐγένετο ἐν τῷ δια­χωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ εἶπεν ὁ Пέτρος προ­̀ς τὸν Ἰησοῦν ἐπι­στάτα καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν σκηνὰς τρεῖς μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ μὴ εἰδὼς ὃ λέγει
ταῦτα δὲ αὐτοῦ λέγον­τος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην
καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτοῦ ἀκούετε
καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν
ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόν­των αὐτῶν ἀπο­̀ τοῦ ὄρους συν­ήν­τησεν αὐτῷ ὄχλος πολύς
καὶ ἰδοὺ ἀνὴρ ἀπο­̀ τοῦ ὄχλου ἐβόησεν λέγων διδάσκαλε δέομαί σου ἐπι­βλέψαι ἐπι­̀ τὸν υἱόν μου ὅτι μονογενής μοί ἐστιν
καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν καὶ ἐξαίφνης κράζει καὶ σπαρα­́σ­σει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀπο­χωρεῖ ἀπ᾿ αὐτοῦ συν­τρῖβον αὐτόν
καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό καὶ οὐκ ἠδυνήθησαν
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι προ­̀ς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν προ­σάγαγε ὧδε τὸν υἱόν σου
ἔτι δὲ προ­σερχο­μέ­νου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συν­εσπάραξεν ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύ­ματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ
ἐξεπλή­σ­σον­το δὲ πάν­τες ἐπι­̀ τῇ μεγαλειότητι τοῦ θεοῦ πάν­των δὲ θαυμαζόν­των ἐπι­̀ πᾶσιν οἷς ἐποίει εἶπεν προ­̀ς τοὺς μαθητὰς αὐτοῦ
θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παρα­δίδοσθαι εἰς χεῖρας ἀνθρώπων
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο καὶ ἦν παρα­κεκαλυμμένον ἀπ᾿ αὐτῶν ἵνα μὴ αἴσθων­ται αὐτό καὶ ἐφοβοῦν­το ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήμα­τος τούτου
εἰσῆλθεν δὲ δια­λογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν
ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν δια­λογισμὸν τῆς καρδίας αὐτῶν ἐπι­λαβό­με­νος παιδίον ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ
καὶ εἶπεν αὐτοῖς ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπι­̀ τῷ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀπο­στείλαν­τά με ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας
ἀπο­κριθεὶς δὲ Ἰωάννης εἶπεν ἐπι­στάτα εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλον­τα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν
εἶπεν δὲ προ­̀ς αὐτὸν ὁ Ἰησοῦς μὴ κωλύετε ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν
ἐγένετο δὲ ἐν τῷ συμπλη­ροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ προ­́σωπον ἐστήρισεν τοῦ πορεύ­εσθαι εἰς Ἰερουσαλήμ
καὶ ἀπέστειλεν ἀγγέλους προ­̀ προ­σώπου αὐτοῦ καὶ πορευθέν­τες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς ἑτοιμάσαι αὐτῷ
καὶ οὐκ ἐδέξαν­το αὐτόν ὅτι τὸ προ­́σωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ
ἰδόν­τες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν κύριε θέλεις εἴπωμεν πῦρ κατα­βῆναι ἀπο­̀ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς
στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς
καὶ ἐπορεύ­θησαν εἰς ἑτέραν κώμην
καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις προ­̀ς αὐτόν ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατα­σκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
εἶπεν δὲ προ­̀ς ἕτερον ἀκολούθει μοι ὁ δὲ εἶπεν κύριε ἐπι­́τρεψόν μοι ἀπελθόν­τι πρῶτον θάψαι τὸν πατέρα μου
εἶπεν δὲ αὐτῷ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς σὺ δὲ ἀπελθὼν δια­́γγελλε τὴν βασιλείαν τοῦ θεοῦ
εἶπεν δὲ καὶ ἕτερος ἀκολουθήσω σοι κύριε πρῶτον δὲ ἐπι­́τρεψόν μοι ἀπο­τάξασθαι τοῖς εἰς τὸν οἶκόν μου
εἶπεν δὲ προ­̀ς αὐτὸν ὁ Ἰησοῦς οὐδεὶς ἐπι­βαλὼν τὴν χεῖρα ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible