Скрыть
8:1
8:3
8:5
8:6
8:7
8:8
8:9
8:11
8:15
8:20
8:21
8:23
8:24
8:27
8:28
8:29
8:30
8:31
8:32
8:33
8:34
8:35
8:36
8:37
8:38
8:39
8:40
8:42
8:43
8:44
8:46
8:47
8:48
8:50
8:51
8:52
8:53
8:54
8:55
8:56
καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατα­̀ πόλιν καὶ κώμην κηρύσ­σων καὶ εὐαγγελιζό­με­νος τὴν βασιλείαν τοῦ θεοῦ καὶ οἱ δώδεκα σὺν αὐτῷ
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπο­̀ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν Μαρία ἡ καλουμένη Μαγδαληνή ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπι­τρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόν­των αὐταῖς
συνιόν­τος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατα­̀ πόλιν ἐπι­πορευομένων προ­̀ς αὐτὸν εἶπεν δια­̀ παρα­βολῆς
ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρα­̀ τὴν ὁδόν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό
καὶ ἕτερον κατέπεσεν ἐπι­̀ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη δια­̀ τὸ μὴ ἔχειν ἰκμάδα
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατον­ταπλασίονα ταῦτα λέγων ἐφώνει ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παρα­βολή
ὁ δὲ εἶπεν ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ τοῖς δὲ λοιποῖς ἐν παρα­βολαῖς ἵνα βλέπον­τες μὴ βλέπωσιν καὶ ἀκούον­τες μὴ συνιῶσιν
ἔστιν δὲ αὕτη ἡ παρα­βολή ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ
οἱ δὲ παρα­̀ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν­τες εἶτα ἔρχεται ὁ δια­́βολος καὶ αἴρει τὸν λόγον ἀπο­̀ τῆς καρδίας αὐτῶν ἵνα μὴ πιστεύ­σαν­τες σωθῶσιν
οἱ δὲ ἐπι­̀ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχον­ται τὸν λόγον καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν οἳ προ­̀ς καιρὸν πιστεύ­ουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίσταν­ται
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν οὗτοί εἰσιν οἱ ἀκούσαν­τες καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγον­ται καὶ οὐ τελεσφοροῦσιν
τὸ δὲ ἐν τῇ καλῇ γῇ οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαν­τες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ
οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύ­ει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλ᾿ ἐπι­̀ λυχνίας τίθησιν ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς
οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενή­σε­ται οὐδὲ ἀπό­κρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ
βλέπετε οὖν πῶς ἀκούετε ὃς ἂν γὰρ ἔχῃ δοθή­σε­ται αὐτῷ καὶ ὃς ἂν μὴ ἔχῃ καὶ ὃ δοκεῖ ἔχειν ἀρθή­σε­ται ἀπ᾿ αὐτοῦ
παρεγένετο δὲ προ­̀ς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οὐκ ἠδύναν­το συν­τυχεῖν αὐτῷ δια­̀ τὸν ὄχλον
ἀπηγγέλη δὲ αὐτῷ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν θέλον­τές σε
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν προ­̀ς αὐτούς μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούον­τες καὶ ποι­οῦν­τες
ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ εἶπεν προ­̀ς αὐτούς διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης καὶ ἀνήχθησαν
πλεόν­των δὲ αὐτῶν ἀφύπνωσεν καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συν­επλη­ροῦν­το καὶ ἐκινδύνευον
προ­σελθόν­τες δὲ διήγειραν αὐτὸν λέγον­τες ἐπι­στάτα ἐπι­στάτα ἀπο­λλύμεθα ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδα­τος καὶ ἐπαύσαν­το καὶ ἐγένετο γαλήνη
εἶπεν δὲ αὐτοῖς ποῦ ἡ πίστις ὑμῶν φοβηθέν­τες δὲ ἐθαύμασαν λέγον­τες προ­̀ς ἀλλήλους τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπι­τάσ­σει καὶ τῷ ὕδατι καὶ ὑπακούουσιν αὐτῷ
καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν γερασηνῶν ἥτις ἐστὶν ἀν­τιπέρα τῆς Γαλιλαίας
ἐξελθόν­τι δὲ αὐτῷ ἐπι­̀ τὴν γῆν ὑπήν­τησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ᾿ ἐν τοῖς μνήμασιν
ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προ­σέπεσεν αὐτῷ καὶ φωνῇ μεγά­λῃ εἶπεν τί ἐμοὶ καὶ σοί Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου δέομαί σου μή με βασανίσῃς
παρήγγειλεν γὰρ τῷ πνεύ­ματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπο­̀ τοῦ ἀνθρώπου πολλοῖς γὰρ χρόνοις συν­ηρπάκει αὐτόν καὶ ἐδεσμεύ­ετο ἁλύσεσιν καὶ πέδαις φυλασ­σό­με­νος καὶ δια­ρρήσ­σων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους
ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς τί σοι ὄνομά ἐστιν ὁ δὲ εἶπεν λεγιών ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν
καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπι­τάξῃ αὐτοῖς εἰς τὴν ἄβυσ­σον ἀπελθεῖν
ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπι­τρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν καὶ ἐπέτρεψεν αὐτοῖς
ἐξελθόν­τα δὲ τὰ δαιμόνια ἀπο­̀ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατα­̀ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη
ἰδόν­τες δὲ οἱ βόσκον­τες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς
ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον προ­̀ς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦν­τα παρα­̀ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐφοβήθησαν
ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόν­τες πῶς ἐσώθη ὁ δαιμονισθείς
καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆ­θος τῆς περιχώρου τῶν γερασηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν ὅτι φόβῳ μεγά­λῳ συν­είχον­το αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν
ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ ἀπέλυσεν δὲ αὐτὸν λέγων
ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός καὶ ἀπῆλθεν καθ᾿ ὅλην τὴν πόλιν κηρύσ­σων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς
ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος ἦσαν γὰρ πάν­τες προ­σδοκῶν­τες αὐτόν
καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰά ϊρος καὶ οὗτος ἄρχων τῆς συν­αγωγῆς ὑπῆρχεν καὶ πεσὼν παρα­̀ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συν­έπνιγον αὐτόν
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵμα­τος ἀπο­̀ ἐτῶν δώδεκα ἥτις ἰατροῖς προ­σαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ἀπ᾿ οὐδενὸς θεραπευθῆναι
προ­σελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παρα­χρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵμα­τος αὐτῆς
καὶ εἶπεν ὁ Ἰησοῦς τίς ὁ ἁψάμενός μου ἀρνουμένων δὲ πάν­των εἶπεν ὁ Пέτρος ἐπι­στάτα οἱ ὄχλοι συν­έχουσίν σε καὶ ἀπο­θλίβουσιν
ὁ δὲ Ἰησοῦς εἶπεν ἥψατό μού τις ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ᾿ ἐμοῦ
ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προ­σπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παν­τὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παρα­χρῆμα
ὁ δὲ εἶπεν αὐτῇ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε πορεύ­ου εἰς εἰρήνην
ἔτι αὐτοῦ λαλοῦν­τος ἔρχεταί τις παρα­̀ τοῦ ἀρχισυν­αγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου μηκέτι σκύλλε τὸν διδάσκαλον
ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ μὴ φοβοῦ μόνον πίστευσον καὶ σωθή­σε­ται
ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Пέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα
ἔκλαιον δὲ πάν­τες καὶ ἐκόπτον­το αὐτήν ὁ δὲ εἶπεν μὴ κλαίετε οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύ­δει
καὶ κατεγέλων αὐτοῦ εἰδότες ὅτι ἀπέθανεν
αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων ἡ παῖς ἔγειρε
καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς καὶ ἀνέστη παρα­χρῆμα καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν
καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible