Скрыть
5:1
5:2
5:3
5:4
5:5
5:6
5:7
5:8
5:9
5:10
5:11
5:13
5:15
5:16
5:17
5:19
5:20
5:21
5:22
5:23
5:24
5:25
5:26
5:28
5:29
5:30
5:31
5:33
5:34
5:35
5:37
5:38
5:39
ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπι­κεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρα­̀ τὴν λίμνην Γεννησαρέτ
καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρα­̀ τὴν λίμνην οἱ δὲ ἁλιεῖς ἀπ᾿ αὐτῶν ἀπο­βάν­τες ἔπλυνον τὰ δίκτυα
ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν Σίμωνος ἠρώτησεν αὐτὸν ἀπο­̀ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους
ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν προ­̀ς τὸν Σίμωνα ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν
καὶ ἀπο­κριθεὶς Σίμων εἶπεν ἐπι­στάτα δι᾿ ὅλης νυκτὸς κοπιάσαν­τες οὐδὲν ἐλάβομεν ἐπι­̀ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα
καὶ τοῦτο ποιήσαν­τες συν­έκλεισαν πλῆ­θος ἰχθύων πολύ διερρήσ­σετο δὲ τὰ δίκτυα αὐτῶν
καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόν­τας συλλαβέσθαι αὐτοῖς καὶ ἦλθον καὶ ἔπλη­σαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά
ἰδὼν δὲ Σίμων Пέτρος προ­σέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων ἔξελθε ἀπ᾿ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε
θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάν­τας τοὺς σὺν αὐτῷ ἐπι­̀ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συν­έλαβον
ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι καὶ εἶπεν προ­̀ς τὸν Σίμωνα ὁ Ἰησοῦς μὴ φοβοῦ ἀπο­̀ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν
καὶ κατα­γαγόν­τες τὰ πλοῖα ἐπι­̀ τὴν γῆν ἀφέν­τες πάν­τα ἠκολούθησαν αὐτῷ
καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλή­ρης λέπρας ἰδὼν δὲ τὸν Ἰησοῦν πεσὼν ἐπι­̀ προ­́σωπον ἐδεήθη αὐτοῦ λέγων κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ
καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προ­σένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προ­σέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς
διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ καὶ συν­ήρχον­το ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύ­εσθαι ἀπο­̀ τῶν ἀσθενειῶν αὐτῶν
αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προ­σευχό­με­νος
καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν
καὶ ἰδοὺ ἄνδρες φέρον­τες ἐπι­̀ κλίνης ἄνθρωπον ὃς ἦν παρα­λελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι αὐτὸν ἐνώπιον αὐτοῦ
καὶ μὴ εὑρόν­τες ποίας εἰσενέγκωσιν αὐτὸν δια­̀ τὸν ὄχλον ἀναβάν­τες ἐπι­̀ τὸ δῶμα δια­̀ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπρο­σθεν τοῦ Ἰησοῦ
καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν ἄνθρωπε ἀφέων­ταί σοι αἱ ἁμαρτίαι σου
καὶ ἤρξαν­το δια­λογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγον­τες τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός
ἐπι­γνοὺς δὲ ὁ Ἰησοῦς τοὺς δια­λογισμοὺς αὐτῶν ἀπο­κριθεὶς εἶπεν προ­̀ς αὐτούς τί δια­λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
τί ἐστιν εὐκοπώτερον εἰπεῖν ἀφέων­ταί σοι αἱ ἁμαρτίαι σου ἢ εἰπεῖν ἔγειρε καὶ περιπάτει
ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπι­̀ τῆς γῆς ἀφιέναι ἁμαρτίας εἶπεν τῷ παρα­λελυμένῳ σοὶ λέγω ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύ­ου εἰς τὸν οἶκόν σου
καὶ παρα­χρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν ἄρας ἐφ᾿ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν
καὶ ἔκστασις ἔλαβεν ἅπαν­τας καὶ ἐδόξαζον τὸν θεόν καὶ ἐπλή­σθησαν φόβου λέγον­τες ὅτι εἴδομεν παρα­́δοξα σήμερον
καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπι­̀ τὸ τελώνιον καὶ εἶπεν αὐτῷ ἀκολούθει μοι
καὶ κατα­λιπὼν πάν­τα ἀναστὰς ἠκολούθει αὐτῷ
καὶ ἐποίησεν δοχὴν μεγά­λην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατα­κείμενοι
καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν προ­̀ς τοὺς μαθητὰς αὐτοῦ λέγον­τες δια­̀ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν προ­̀ς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνον­τες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχον­τες
οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν
οἱ δὲ εἶπαν προ­̀ς αὐτόν οἱ μαθηταὶ Ἰωάννου νηστεύ­ουσιν πυκνὰ καὶ δεήσεις ποι­οῦν­ται ὁμοίως καὶ οἱ τῶν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν
ὁ δὲ Ἰησοῦς εἶπεν προ­̀ς αὐτούς μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι
ἐλεύ­σον­ται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος τότε νηστεύ­σουσιν ἐν ἐκείναις ταῖς ἡμέραις
ἔλεγεν δὲ καὶ παρα­βολὴν προ­̀ς αὐτοὺς ὅτι οὐδεὶς ἐπι­́βλημα ἀπο­̀ ἱματίου καινοῦ σχίσας ἐπι­βάλλει ἐπι­̀ ἱμάτιον παλαιόν εἰ δὲ μή γε καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπι­́βλημα τὸ ἀπο­̀ τοῦ καινοῦ
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς καὶ αὐτὸς ἐκχυθή­σε­ται καὶ οἱ ἀσκοὶ ἀπο­λοῦν­ται
ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον
καὶ οὐδεὶς πιὼν παλαιὸν θέλει νέον λέγει γάρ ὁ παλαιὸς χρηστός ἐστιν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible