Скрыть
4:2
4:3
4:5
4:6
4:7
4:9
4:13
4:15
4:17
4:18
4:20
4:21
4:22
4:23
4:26
4:28
4:29
4:30
4:34
4:35
4:36
4:37
4:39
4:42
4:44
Ἰησοῦς δὲ πλή­ρης πνεύ­μα­τος ἁγίου ὑπέστρεψεν ἀπο­̀ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύ­ματι ἐν τῇ ἐρήμῳ
ἡμέρας τεσ­σεράκον­τα πειραζό­με­νος ὑπὸ τοῦ δια­βόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συν­τελεσθεισῶν αὐτῶν ἐπείνασεν
εἶπεν δὲ αὐτῷ ὁ δια­́βολος εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος
καὶ ἀπεκρίθη προ­̀ς αὐτὸν ὁ Ἰησοῦς γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζή­σε­ται ὁ ἄνθρωπος
καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου
καὶ εἶπεν αὐτῷ ὁ δια­́βολος σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν ὅτι ἐμοὶ παρα­δέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν
σὺ οὖν ἐὰν προ­σκυνήσῃς ἐνώπιον ἐμοῦ ἔσται σοῦ πᾶσα
καὶ ἀπο­κριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ γέγραπται κύριον τὸν θεόν σου προ­σκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύ­σεις
ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπι­̀ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν ἐν­τεῦθεν κάτω
γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐν­τελεῖται περὶ σοῦ τοῦ δια­φυλάξαι σε
καὶ ὅτι ἐπι­̀ χειρῶν ἀροῦσίν σε μήποτε προ­σκόψῃς προ­̀ς λίθον τὸν πόδα σου
καὶ ἀπο­κριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου
καὶ συν­τελέσας πάν­τα πειρασμὸν ὁ δια­́βολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ
καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύ­μα­τος εἰς τὴν Γαλιλαίαν καὶ φήμη ἐξῆλθεν καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ
καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συν­αγωγαῖς αὐτῶν δοξαζό­με­νος ὑπὸ πάν­των
καὶ ἦλθεν εἰς Ναζαρά οὗ ἦν τεθραμμένος καὶ εἰσῆλθεν κατα­̀ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συν­αγωγήν καὶ ἀνέστη ἀναγνῶναι
καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προ­φήτου Ἠσαΐου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον
πνεῦμα κυρίου ἐπ᾿ ἐμέ οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ἀπο­στεῖλαι τεθραυσ­μέ­νους ἐν ἀφέσει
κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν
καὶ πτύξας τὸ βιβλίον ἀπο­δοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν καὶ πάν­των οἱ ὀφθαλμοὶ ἐν τῇ συν­αγωγῇ ἦσαν ἀτενίζον­τες αὐτῷ
ἤρξατο δὲ λέγειν προ­̀ς αὐτοὺς ὅτι σήμερον πεπλή­ρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν
καὶ πάν­τες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπι­̀ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευο­μέ­νοις ἐκ τοῦ στόμα­τος αὐτοῦ καὶ ἔλεγον οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος
καὶ εἶπεν προ­̀ς αὐτούς πάν­τως ἐρεῖτέ μοι τὴν παρα­βολὴν ταύτην ἰατρέ θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου
εἶπεν δέ ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προ­φήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ
ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπι­̀ ἔτη τρία καὶ μῆνας ἕξ ὡς ἐγένετο λιμὸς μέγας ἐπι­̀ πᾶσαν τὴν γῆν
καὶ προ­̀ς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας προ­̀ς γυναῖκα χήραν
καὶ πολλοὶ λεπρο­ὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπι­̀ Ἐλισαίου τοῦ προ­φήτου καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος
καὶ ἐπλή­σθησαν πάν­τες θυμοῦ ἐν τῇ συν­αγωγῇ ἀκούον­τες ταῦτα
καὶ ἀναστάν­τες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾿ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν ὥστε κατα­κρημνίσαι αὐτόν
αὐτὸς δὲ διελθὼν δια­̀ μέσου αὐτῶν ἐπορεύ­ετο
καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν
καὶ ἐξεπλή­σ­σον­το ἐπι­̀ τῇ διδαχῇ αὐτοῦ ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ
καὶ ἐν τῇ συν­αγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου καὶ ἀνέκραξεν φωνῇ μεγά­λῃ
ἔα τί ἡμῖν καὶ σοί Ἰησοῦ Ναζαρηνέ ἦλθες ἀπο­λέσαι ἡμᾶς οἶδά σε τίς εἶ ὁ ἅγιος τοῦ θεοῦ
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων φιμώθητι καὶ ἔξελθε ἀπ᾿ αὐτοῦ καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾿ αὐτοῦ μηδὲν βλάψαν αὐτόν
καὶ ἐγένετο θάμβος ἐπι­̀ πάν­τας καὶ συν­ελάλουν προ­̀ς ἀλλήλους λέγον­τες τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπι­τάσ­σει τοῖς ἀκαθάρτοις πνεύ­μασιν καὶ ἐξέρχον­ται
καὶ ἐξεπορεύ­ετο ἦχος περὶ αὐτοῦ εἰς πάν­τα τόπον τῆς περιχώρου
ἀναστὰς δὲ ἀπο­̀ τῆς συν­αγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συν­εχομένη πυρετῷ μεγά­λῳ καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς
καὶ ἐπι­στὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ καὶ ἀφῆκεν αὐτήν παρα­χρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς
δύνον­τος δὲ τοῦ ἡλίου ἅπαν­τες ὅσοι εἶχον ἀσθενοῦν­τας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς προ­̀ς αὐτόν ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπι­τιθεὶς ἐθεράπευεν αὐτούς
ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπο­̀ πολλῶν κραυγάζον­τα καὶ λέγον­τα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ καὶ ἐπι­τιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι
γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύ­θη εἰς ἔρημον τόπον καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύ­εσθαι ἀπ᾿ αὐτῶν
ὁ δὲ εἶπεν προ­̀ς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ ὅτι ἐπι­̀ τοῦτο ἀπεστάλην
καὶ ἦν κηρύσ­σων εἰς τὰς συν­αγωγὰς τῆς Ἰουδαίας
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible