Скрыть
24:2
24:3
24:4
24:5
24:8
24:9
24:10
24:11
24:14
24:15
24:16
24:17
24:18
24:20
24:22
24:23
24:24
24:27
24:28
24:29
24:30
24:31
24:32
24:33
24:34
24:35
24:37
24:38
24:39
24:40
24:41
24:42
24:43
24:47
24:48
24:50
24:52
24:53
τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπι­̀ τὸ μνῆμα ἦλθον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα
εὗρον δὲ τὸν λίθον ἀπο­κεκυλισμένον ἀπο­̀ τοῦ μνημείου
εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ
καὶ ἐγένετο ἐν τῷ ἀπο­ρεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ
ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ προ­́σωπα εἰς τὴν γῆν εἶπαν προ­̀ς αὐτάς τί ζητεῖτε τὸν ζῶν­τα μετὰ τῶν νεκρῶν
οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ
λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παρα­δοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι
καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ
καὶ ὑποστρέψασαι ἀπο­̀ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάν­τα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς
ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον προ­̀ς τοὺς ἀπο­στόλους ταῦτα
καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα καὶ ἠπίστουν αὐταῖς
ὁ δὲ Пέτρος ἀναστὰς ἔδραμεν ἐπι­̀ τὸ μνημεῖον καὶ παρα­κύψας βλέπει τὰ ὀθόνια μόνα καὶ ἀπῆλθεν προ­̀ς ἑαυτὸν θαυμάζων τὸ γεγονός
καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκον­τα ἀπο­̀ Ἰερουσαλήμ ᾗ ὄνομα Ἐμμαοῦς
καὶ αὐτοὶ ὡμίλουν προ­̀ς ἀλλήλους περὶ πάν­των τῶν συμβεβηκότων τούτων
καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συν­επορεύ­ετο αὐτοῖς
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦν­το τοῦ μὴ ἐπι­γνῶναι αὐτόν
εἶπεν δὲ προ­̀ς αὐτούς τίνες οἱ λόγοι οὗτοι οὓς ἀν­τιβάλλετε προ­̀ς ἀλλήλους περιπατοῦν­τες καὶ ἐστάθησαν σκυθρωποί
ἀπο­κριθεὶς δὲ εἷς ὀνόματι Κλεοπᾶς εἶπεν προ­̀ς αὐτόν σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις
καὶ εἶπεν αὐτοῖς ποῖα οἱ δὲ εἶπαν αὐτῷ τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ὃς ἐγένετο ἀνὴρ προ­φήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναν­τίον τοῦ θεοῦ καὶ παν­τὸς τοῦ λαοῦ
ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχον­τες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ᾿ οὗ ταῦτα ἐγένετο
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὀρθριναὶ ἐπι­̀ τὸ μνημεῖον
καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν
καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπι­̀ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον αὐτὸν δὲ οὐκ εἶδον
καὶ αὐτὸς εἶπεν προ­̀ς αὐτούς ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύ­ειν ἐπι­̀ πᾶσιν οἷς ἐλάλησαν οἱ προ­φῆται
οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ
καὶ ἀρξά­με­νος ἀπο­̀ Μωϋσέως καὶ ἀπο­̀ πάν­των τῶν προ­φητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ
καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύ­ον­το καὶ αὐτὸς προ­σεποιήσατο πορρώτερον πορεύ­εσθαι
καὶ παρεβιάσαν­το αὐτὸν λέγον­τες μεῖνον μεθ᾿ ἡμῶν ὅτι προ­̀ς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς
καὶ ἐγένετο ἐν τῷ κατα­κλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν καὶ αὐτὸς ἄφαν­τος ἐγένετο ἀπ᾿ αὐτῶν
καὶ εἶπαν προ­̀ς ἀλλήλους οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς
καὶ ἀναστάν­τες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ καὶ εὗρον ἠθροισ­μέ­νους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
λέγον­τας ὅτι ὄν­τως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι
καὶ αὐτοὶ ἐξηγοῦν­το τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου
ταῦτα δὲ αὐτῶν λαλούν­των αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς εἰρήνη ὑμῖν
πτοηθέν­τες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν
καὶ εἶπεν αὐτοῖς τί τεταραγ­μέ­νοι ἐστέ καὶ δια­̀ τί δια­λογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν
ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχον­τα
καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας
ἔτι δὲ ἀπιστούν­των αὐτῶν ἀπο­̀ τῆς χαρᾶς καὶ θαυμαζόν­των εἶπεν αὐτοῖς ἔχετέ τι βρώσιμον ἐνθάδε
οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος
καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν
εἶπεν δὲ προ­̀ς αὐτούς οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα προ­̀ς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πλη­ρωθῆναι πάν­τα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ τοῖς προ­φήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς
καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ
καὶ κηρυχθῆναι ἐπι­̀ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάν­τα τὰ ἔθνη ἀρξάμενοι ἀπο­̀ Ἰερουσαλήμ
ὑμεῖς μάρτυρες τούτων
καὶ ἰδοὺ ἐγὼ ἀπο­στέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν
ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως προ­̀ς Βηθανίαν καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς
καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν
καὶ αὐτοὶ προ­σκυνήσαν­τες αὐτὸν ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγά­λης
καὶ ἦσαν δια­̀ παν­τὸς ἐν τῷ ἱερῷ εὐλογοῦν­τες τὸν θεόν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible