Скрыть
23:4
23:5
23:6
23:7
23:9
23:10
23:12
23:13
23:15
23:16
23:19
23:20
23:21
23:22
23:23
23:24
23:25
23:26
23:27
23:28
23:29
23:31
23:32
23:35
23:36
23:37
23:39
23:40
23:41
23:43
23:45
23:47
23:48
23:49
23:51
23:52
23:53
23:54
23:55
καὶ ἀναστὰν ἅπαν τὸ πλῆ­θος αὐτῶν ἤγαγον αὐτὸν ἐπι­̀ τὸν Пιλᾶτον
ἤρξαν­το δὲ κατηγορεῖν αὐτοῦ λέγον­τες τοῦτον εὕραμεν δια­στρέφον­τα τὸ ἔθνος ἡμῶν καὶ κωλύον­τα φόρους Καίσαρι διδόναι καὶ λέγον­τα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι
ὁ δὲ Пιλᾶτος ἠρώτησεν αὐτὸν λέγων σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὁ δὲ ἀπο­κριθεὶς αὐτῷ ἔφη σὺ λέγεις
ὁ δὲ Пιλᾶτος εἶπεν προ­̀ς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
οἱ δὲ ἐπι­́σχυον λέγον­τες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξά­με­νος ἀπο­̀ τῆς Γαλιλαίας ἕως ὧδε
Пιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν
καὶ ἐπι­γνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν προ­̀ς Ἡρῴδην ὄν­τα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις
ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν δια­̀ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ
εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦν­τες αὐτοῦ
ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύ­μασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Пιλάτῳ
ἐγένον­το δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Пιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων προ­ϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄν­τες προ­̀ς αὐτούς
Пιλᾶτος δὲ συγκαλεσά­με­νος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχον­τας καὶ τὸν λαὸν
εἶπεν προ­̀ς αὐτούς προ­σηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀπο­στρέφον­τα τὸν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ
ἀλλ᾿ οὐδὲ Ἡρῴδης ἀνέπεμψεν γὰρ αὐτὸν προ­̀ς ἡμᾶς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ
παιδεύ­σας οὖν αὐτὸν ἀπο­λύσω
ἀνέκραγον δὲ παμπλη­θεὶ λέγον­τες αἶρε τοῦτον ἀπό­λυσον δὲ ἡμῖν τὸν Βαραββᾶν
ὅστις ἦν δια­̀ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ
πάλιν δὲ ὁ Пιλᾶτος προ­σεφώνησεν αὐτοῖς θέλων ἀπο­λῦσαι τὸν Ἰησοῦν
οἱ δὲ ἐπεφώνουν λέγον­τες σταύρου σταύρου αὐτόν
ὁ δὲ τρίτον εἶπεν προ­̀ς αὐτούς τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ παιδεύ­σας οὖν αὐτὸν ἀπο­λύσω
οἱ δὲ ἐπέκειν­το φωναῖς μεγά­λαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν
καὶ Пιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν
ἀπέλυσεν δὲ τὸν δια­̀ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦν­το τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
καὶ ὡς ἀπήγαγον αὐτόν ἐπι­λαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ᾿ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ
ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆ­θος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτον­το καὶ ἐθρήνουν αὐτόν
στραφεὶς δὲ προ­̀ς αὐτὰς ὁ Ἰησοῦς εἶπεν θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ᾿ ἐμέ πλη­̀ν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπι­̀ τὰ τέκνα ὑμῶν
ὅτι ἰδοὺ ἔρχον­ται ἡμέραι ἐν αἷς ἐροῦσιν μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
τότε ἄρξον­ται λέγειν τοῖς ὄρεσιν πέσετε ἐφ᾿ ἡμᾶς καὶ τοῖς βουνοῖς καλύψατε ἡμᾶς
ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποι­οῦσιν ἐν τῷ ξηρῷ τί γένηται
ἤγον­το δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι
καὶ ὅτε ἦλθον ἐπι­̀ τὸν τόπον τὸν καλούμενον κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
ὁ δὲ Ἰησοῦς ἔλεγεν πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποι­οῦσιν δια­μεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους
καὶ εἱστήκει ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχον­τες λέγον­τες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ ὁ ἐκλεκτός
ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προ­σερχόμενοι ὄξος προ­σφέρον­τες αὐτῷ
καὶ λέγον­τες εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν
ἦν δὲ καὶ ἐπι­γραφὴ ἐπ᾿ αὐτῷ ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος
εἷς δὲ τῶν κρεμασθέν­των κακούργων ἐβλασφήμει αὐτὸν λέγων οὐχὶ σὺ εἶ ὁ Χριστός σῶσον σεαυτὸν καὶ ἡμᾶς
ἀπο­κριθεὶς δὲ ὁ ἕτερος ἐπι­τιμῶν αὐτῷ ἔφη οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπο­λαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
καὶ ἔλεγεν Ἰησοῦ μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου
καὶ εἶπεν αὐτῷ ἀμήν σοι λέγω σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παρα­δείσῳ
καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
τοῦ ἡλίου ἐκλιπόν­τος ἐσχίσθη δὲ τὸ κατα­πέτασμα τοῦ ναοῦ μέσον
καὶ φωνήσας φωνῇ μεγά­λῃ ὁ Ἰησοῦς εἶπεν πάτερ εἰς χεῖράς σου παρα­τίθεμαι τὸ πνεῦμά μου τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν
ἰδὼν δὲ ὁ ἑκατον­τάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων ὄν­τως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν
καὶ πάν­τες οἱ συμπαρα­γενόμενοι ὄχλοι ἐπι­̀ τὴν θεωρίαν ταύτην θεωρήσαν­τες τὰ γενόμενα τύπτον­τες τὰ στήθη ὑπέστρεφον
εἱστήκεισαν δὲ πάν­τες οἱ γνωστοὶ αὐτῷ ἀπο­̀ μακρόθεν καὶ γυναῖκες αἱ συν­ακολουθοῦσαι αὐτῷ ἀπο­̀ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
οὗτος οὐκ ἦν συγκατα­τεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπο­̀ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς προ­σεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ
οὗτος προ­σελθὼν τῷ Пιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κεί­με­νος
καὶ ἡμέρα ἦν παρα­σκευῆς καὶ σάββατον ἐπέφωσκεν
κατα­κολουθήσασαι δὲ αἱ γυναῖκες αἵτινες ἦσαν συν­εληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ ἐθεάσαν­το τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατα­̀ τὴν ἐν­τολήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible