Скрыть
22:2
22:4
22:5
22:6
22:8
22:9
22:10
22:11
22:12
22:13
22:15
22:17
22:18
22:20
22:23
22:24
22:25
22:26
22:28
22:29
22:33
22:36
22:38
22:41
22:42
22:43
22:44
22:45
22:46
22:48
22:49
22:50
22:51
22:52
22:53
22:55
22:56
22:57
22:58
22:59
22:60
22:62
22:64
22:65
22:67
22:68
22:70
22:71
ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦν­το γὰρ τὸν λαόν
εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ὄν­τα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα
καὶ ἀπελθὼν συν­ελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παρα­δῷ αὐτόν
καὶ ἐχάρησαν καὶ συν­έθεν­το αὐτῷ ἀργύριον δοῦναι
καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παρα­δοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς
ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα
καὶ ἀπέστειλεν πέτρον καὶ Ἰωάννην εἰπών πορευθέν­τες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν
οἱ δὲ εἶπαν αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμεν
ὁ δὲ εἶπεν αὐτοῖς ἰδοὺ εἰσελθόν­των ὑμῶν εἰς τὴν πόλιν συν­αν­τήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδα­τος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύ­εται
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας λέγει σοι ὁ διδάσκαλος ποῦ ἐστιν τὸ κατα­́λυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε
ἀπελθόν­τες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ ἀπό­στολοι σὺν αὐτῷ
καὶ εἶπεν προ­̀ς αὐτούς ἐπι­θυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾿ ὑμῶν προ­̀ τοῦ με παθεῖν
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πλη­ρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
καὶ δεξά­με­νος ποτήριον εὐχαριστήσας εἶπεν λάβετε τοῦτο καὶ δια­μερίσατε εἰς ἑαυτούς
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπο­̀ τοῦ νῦν ἀπο­̀ τοῦ γενήμα­τος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ
καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων τοῦτο τὸ ποτήριον ἡ καινὴ δια­θήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον
πλη­̀ν ἰδοὺ ἡ χεὶρ τοῦ παρα­διδόν­τος με μετ᾿ ἐμοῦ ἐπι­̀ τῆς τραπέζης
ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατα­̀ τὸ ὡρισμένον πορεύ­εται πλη­̀ν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παρα­δίδοται
καὶ αὐτοὶ ἤρξαν­το συζητεῖν προ­̀ς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσ­σειν
ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων
ὁ δὲ εἶπεν αὐτοῖς οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύ­ουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζον­τες αὐτῶν εὐεργέται καλοῦν­ται
ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγού­με­νος ὡς ὁ δια­κονῶν
τίς γὰρ μείζων ὁ ἀνακεί­με­νος ἢ ὁ δια­κονῶν οὐχὶ ὁ ἀνακεί­με­νος ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ δια­κονῶν
ὑμεῖς δέ ἐστε οἱ δια­μεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου
κἀγὼ δια­τίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν
ἵνα ἔσθητε καὶ πίνητε ἐπι­̀ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθήσεσθε ἐπι­̀ θρόνων τὰς δώδεκα φυλὰς κρίνον­τες τοῦ Ἰσραήλ
Σίμων Σίμων ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου καὶ σύ ποτε ἐπι­στρέψας στήρισον τοὺς ἀδελφούς σου
ὁ δὲ εἶπεν αὐτῷ κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύ­εσθαι
ὁ δὲ εἶπεν λέγω σοι Пέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι
καὶ εἶπεν αὐτοῖς ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαν­τίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε οἱ δὲ εἶπαν οὐθενός
εἶπεν δὲ αὐτοῖς ἀλλὰ νῦν ὁ ἔχων βαλλάν­τιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν
λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει
οἱ δὲ εἶπαν κύριε ἰδοὺ μάχαιραι ὧδε δύο ὁ δὲ εἶπεν αὐτοῖς ἱκανόν ἐστιν
καὶ ἐξελθὼν ἐπορεύ­θη κατα­̀ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί
γενό­με­νος δὲ ἐπι­̀ τοῦ τόπου εἶπεν αὐτοῖς προ­σεύ­χεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν
καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προ­σηύχετο
λέγων πάτερ εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ᾿ ἐμοῦ πλη­̀ν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω
ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν
καὶ γενό­με­νος ἐν ἀγωνίᾳ ἐκτενέστερον προ­σηύχετο καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵμα­τος κατα­βαίνον­τος ἐπι­̀ τὴν γῆν
καὶ ἀναστὰς ἀπο­̀ τῆς προ­σευχῆς ἐλθὼν προ­̀ς τοὺς μαθητὰς εὗρεν κοιμω­μέ­νους αὐτοὺς ἀπο­̀ τῆς λύπης
καὶ εἶπεν αὐτοῖς τί καθεύ­δετε ἀναστάν­τες προ­σεύ­χεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
ἔτι αὐτοῦ λαλοῦν­τος ἰδοὺ ὄχλος καὶ ὁ λεγό­με­νος Ἰούδας εἷς τῶν δώδεκα προ­ήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν
Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παρα­δίδως
ἰδόν­τες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν
ἀπο­κριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ἐᾶτε ἕως τούτου καὶ ἁψά­με­νος τοῦ ὠτίου ἰάσατο αὐτόν
εἶπεν δὲ Ἰησοῦς προ­̀ς τοὺς παρα­γενο­μέ­νους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους ὡς ἐπι­̀ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων
καθ᾿ ἡμέραν ὄν­τος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ ἀλλ᾿ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους
συλλαβόν­τες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως ὁ δὲ Пέτρος ἠκολούθει μακρόθεν
περιαψάν­των δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάν­των ἐκάθητο ὁ Пέτρος μέσος αὐτῶν
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον προ­̀ς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν καὶ οὗτος σὺν αὐτῷ ἦν
ὁ δὲ ἠρνήσατο λέγων οὐκ οἶδα αὐτόν γύναι
καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη καὶ σὺ ἐξ αὐτῶν εἶ ὁ δὲ Пέτρος ἔφη ἄνθρωπε οὐκ εἰμί
καὶ δια­στάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν
εἶπεν δὲ ὁ Пέτρος ἄνθρωπε οὐκ οἶδα ὃ λέγεις καὶ παρα­χρῆμα ἔτι λαλοῦν­τος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ
καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Пέτρῳ καὶ ὑπεμνήσθη ὁ Пέτρος τοῦ ῥήμα­τος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς
καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς
καὶ οἱ ἄνδρες οἱ συν­έχον­τες αὐτὸν ἐνέπαιζον αὐτῷ δέρον­τες
καὶ περικαλύψαν­τες αὐτὸν ἐπηρώτων λέγον­τες προ­φήτευσον τίς ἐστιν ὁ παίσας σε
καὶ ἕτερα πολλὰ βλασφημοῦν­τες ἔλεγον εἰς αὐτόν
καὶ ὡς ἐγένετο ἡμέρα συν­ήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συν­έδριον αὐτῶν
λέγον­τες εἰ σὺ εἶ ὁ Χριστός εἰπὸν ἡμῖν εἶπεν δὲ αὐτοῖς ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύ­σητε
ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀπο­κριθῆτε
ἀπο­̀ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθή­με­νος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ
εἶπαν δὲ πάν­τες σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ ὁ δὲ προ­̀ς αὐτοὺς ἔφη ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι
οἱ δὲ εἶπαν τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπο­̀ τοῦ στόμα­τος αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible