Скрыть
20:2
20:3
20:4
20:5
20:7
20:8
20:10
20:11
20:12
20:13
20:16
20:18
20:19
20:21
20:22
20:23
20:24
20:26
20:29
20:30
20:31
20:32
20:33
20:34
20:35
20:36
20:38
20:39
20:41
20:44
20:45
20:47
καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκον­τος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζο­μέ­νου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
καὶ εἶπαν λέγον­τες προ­̀ς αὐτόν εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην
ἀπο­κριθεὶς δὲ εἶπεν προ­̀ς αὐτούς ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον καὶ εἴπατέ μοι
τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων
οἱ δὲ συν­ελογίσαν­το προ­̀ς ἑαυτοὺς λέγον­τες ὅτι ἐὰν εἴπωμεν ἐξ οὐρανοῦ ἐρεῖ δια­̀ τί οὐκ ἐπι­στεύ­σατε αὐτῷ
ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων ὁ λαὸς ἅπας κατα­λιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν Ἰωάννην προ­φήτην εἶναι
καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
ἤρξατο δὲ προ­̀ς τὸν λαὸν λέγειν τὴν παρα­βολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
καὶ καιρῷ ἀπέστειλεν προ­̀ς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπο­̀ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραν­τες κενόν
καὶ προ­σέθετο ἕτερον πέμψαι δοῦλον οἱ δὲ κἀκεῖνον δείραν­τες καὶ ἀτιμάσαν­τες ἐξαπέστειλαν κενόν
καὶ προ­σέθετο τρίτον πέμψαι οἱ δὲ καὶ τοῦτον τραυματίσαν­τες ἐξέβαλον
εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἐν­τραπήσον­ται
ἰδόν­τες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζον­το προ­̀ς ἀλλήλους λέγον­τες οὗτός ἐστιν ὁ κληρονόμος ἀπο­κτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται ἡ κληρο­νο­μία
καὶ ἐκβαλόν­τες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος
ἐλεύ­­σε­ται καὶ ἀπο­λέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαν­τες δὲ εἶπαν μὴ γένοιτο
ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν­τες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συν­θλασθή­σε­ται ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ λικμήσει αὐτόν
καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπι­βαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι προ­̀ς αὐτοὺς εἶπεν τὴν παρα­βολὴν ταύτην
καὶ παρα­τηρήσαν­τες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινο­μέ­νους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπι­λάβων­ται αὐτοῦ λόγου ὥστε παρα­δοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος
καὶ ἐπηρώτησαν αὐτὸν λέγον­τες διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις προ­́σωπον ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις
ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ
κατα­νοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν προ­̀ς αὐτούς
δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπι­γραφήν οἱ δὲ εἶπαν Καίσαρος
ὁ δὲ εἶπεν προ­̀ς αὐτούς τοίνυν ἀπό­δοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
καὶ οὐκ ἴσχυσαν ἐπι­λαβέσθαι αὐτοῦ ῥήμα­τος ἐναν­τίον τοῦ λαοῦ καὶ θαυμάσαν­τες ἐπι­̀ τῇ ἀπο­κρίσει αὐτοῦ ἐσίγησαν
προ­σελθόν­τες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀν­τιλέγον­τες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν
λέγον­τες διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀπο­θάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ᾖ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος
καὶ ὁ δεύ­τερος
καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον
ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν
ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκον­ται
οἱ δὲ κατα­ξιωθέν­τες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζον­ται
οὐδὲ γὰρ ἀπο­θανεῖν ἔτι δύναν­ται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄν­τες
ὅτι δὲ ἐγείρον­ται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπι­̀ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ
θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζών­των πάν­τες γὰρ αὐτῷ ζῶσιν
ἀπο­κριθέν­τες δέ τινες τῶν γραμματέων εἶπαν διδάσκαλε καλῶς εἶπας
οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν
εἶπεν δὲ προ­̀ς αὐτούς πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν
αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν εἶπεν κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ καὶ πῶς αὐτοῦ υἱός ἐστιν
ἀκούον­τος δὲ παν­τὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
προ­σέχετε ἀπο­̀ τῶν γραμματέων τῶν θελόν­των περιπατεῖν ἐν στολαῖς καὶ φιλούν­των ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συν­αγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προ­φάσει μακρὰ προ­σεύ­χον­ται οὗτοι λήμψον­ται περισ­σότερον κρίμα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible