Скрыть
2:1
2:2
2:3
2:5
2:6
2:8
2:9
2:10
2:11
2:12
2:13
2:15
2:16
2:17
2:18
2:19
2:20
2:22
2:26
2:27
2:28
2:29
2:31
2:33
2:36
2:38
2:39
2:42
2:43
2:44
2:45
2:46
2:48
2:51
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρα­̀ Καίσαρος Αὐγούστου ἀπο­γράφεσθαι πᾶσαν τὴν οἰκουμένην
αὕτη ἀπο­γραφὴ πρώτη ἐγένετο ἡγεμονεύ­ον­τος τῆς Συρίας Κυρηνίου
καὶ ἐπορεύ­ον­το πάν­τες ἀπο­γράφεσθαι ἕκασ­τος εἰς τὴν ἑαυτοῦ πόλιν
ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπο­̀ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ δια­̀ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ
ἀπο­γράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ οὔσῃ ἐγκύῳ
ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλή­σθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν
καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ κατα­λύματι
καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦν­τες καὶ φυλάσ­σον­τες φυλακὰς τῆς νυκτὸς ἐπι­̀ τὴν ποίμνην αὐτῶν
καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν φόβον μέγαν
καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος μὴ φοβεῖσθε ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγά­λην ἥτις ἔσται παν­τὶ τῷ λαῷ
ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει Δαυίδ
καὶ τοῦτο ὑμῖν τὸ σημεῖον εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ
καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆ­θος στρατιᾶς οὐρανίου αἰνούν­των τὸν θεὸν καὶ λεγόν­των
δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπι­̀ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας
καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι οἱ ποιμένες ἐλάλουν προ­̀ς ἀλλήλους διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν
καὶ ἦλθαν σπεύ­σαν­τες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ
ἰδόν­τες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήμα­τος τοῦ λαληθέν­τος αὐτοῖς περὶ τοῦ παιδίου τούτου
καὶ πάν­τες οἱ ἀκούσαν­τες ἐθαύμασαν περὶ τῶν λαληθέν­των ὑπὸ τῶν ποιμένων προ­̀ς αὐτούς
ἡ δὲ Μαριὰμ πάν­τα συν­ετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς
καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζον­τες καὶ αἰνοῦν­τες τὸν θεὸν ἐπι­̀ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη προ­̀ς αὐτούς
καὶ ὅτε ἐπλή­σθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου προ­̀ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ
καὶ ὅτε ἐπλή­σθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατα­̀ τὸν νόμον Μωϋσέως ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παρα­στῆσαι τῷ κυρίῳ
καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν δια­νοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθή­σε­ται
καὶ τοῦ δοῦναι θυσίαν κατα­̀ τὸ εἰρημένον ἐν τῷ νόμῳ κυρίου ζεῦγος τρυγόνων ἢ δύο νοσ­σοὺς περιστερῶν
καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής προ­σδεχό­με­νος παρα­́κλησιν τοῦ Ἰσραήλ καὶ πνεῦμα ἦν ἅγιον ἐπ᾿ αὐτόν
καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύ­μα­τος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἂν ἴδῃ τὸν Χριστὸν κυρίου
καὶ ἦλθεν ἐν τῷ πνεύ­ματι εἰς τὸ ἱερόν καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατα­̀ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ
καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν
νῦν ἀπο­λύεις τὸν δοῦλόν σου δέσποτα κατα­̀ τὸ ῥῆμά σου ἐν εἰρήνῃ
ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου
ὃ ἡτοίμασας κατα­̀ προ­́σωπον πάν­των τῶν λαῶν
φῶς εἰς ἀπο­κάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ
καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζον­τες ἐπι­̀ τοῖς λαλου­μέ­νοις περὶ αὐτοῦ
καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν προ­̀ς Μαριὰμ τὴν μητέρα αὐτοῦ ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀν­τιλεγόμενον
καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ­­σε­ται ῥομφαία ὅπως ἂν ἀπο­καλυφθῶσιν ἐκ πολλῶν καρδιῶν δια­λογισμοί
καὶ ἦν Ἅννα προ­φῆτις θυγάτηρ Φανουήλ ἐκ φυλῆς Ἀσήρ αὕτη προ­βεβηκυῖα ἐν ἡμέραις πολλαῖς ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπο­̀ τῆς παρθενίας αὐτῆς
καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκον­τα τεσ­σάρων ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύ­ουσα νύκτα καὶ ἡμέραν
καὶ αὐτῇ τῇ ὥρᾳ ἐπι­στᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προ­σδεχο­μέ­νοις λύτρωσιν Ἰερουσαλήμ
καὶ ὡς ἐτέλεσαν πάν­τα τὰ κατα­̀ τὸν νόμον κυρίου ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ
τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πλη­ρούμενον σοφίᾳ καὶ χάρις θεοῦ ἦν ἐπ᾿ αὐτό
καὶ ἐπορεύ­ον­το οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα
καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα ἀναβαινόν­των αὐτῶν κατα­̀ τὸ ἔθος τῆς ἑορτῆς
καὶ τελειωσάν­των τὰς ἡμέρας ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ
νομίσαν­τες δὲ αὐτὸν εἶναι ἐν τῇ συν­οδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς
καὶ μὴ εὑρόν­τες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀναζητοῦν­τες αὐτόν
καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούον­τα αὐτῶν καὶ ἐπερωτῶν­τα αὐτούς
ἐξίσταν­το δὲ πάν­τες οἱ ἀκούον­τες αὐτοῦ ἐπι­̀ τῇ συν­έσει καὶ ταῖς ἀπο­κρίσεσιν αὐτοῦ
καὶ ἰδόν­τες αὐτὸν ἐξεπλάγησαν καὶ εἶπεν προ­̀ς αὐτὸν ἡ μήτηρ αὐτοῦ τέκνον τί ἐποίησας ἡμῖν οὕτως ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε
καὶ εἶπεν προ­̀ς αὐτούς τί ὅτι ἐζητεῖτέ με οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με
καὶ αὐτοὶ οὐ συν­ῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς
καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ καὶ ἦν ὑποτασ­σό­με­νος αὐτοῖς καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάν­τα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς
καὶ Ἰησοῦς προ­έκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρα­̀ θεῷ καὶ ἀνθρώποις
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible