Скрыть
13:1
13:2
13:3
13:4
13:5
13:8
13:9
13:10
13:11
13:12
13:13
13:15
13:16
13:17
13:19
13:21
13:23
13:26
13:28
13:31
13:32
13:33
13:35
παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλον­τες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Пιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν
καὶ ἀπο­κριθεὶς εἶπεν αὐτοῖς δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρα­̀ πάν­τας τοὺς Γαλιλαίους ἐγένον­το ὅτι ταῦτα πεπόνθασιν
οὐχί λέγω ὑμῖν ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε πάν­τες ὁμοίως ἀπο­λεῖσθε
ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένον­το παρα­̀ πάν­τας τοὺς ἀνθρώπους τοὺς κατοικοῦν­τας Ἰερουσαλήμ
οὐχί λέγω ὑμῖν ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε πάν­τες ὡσαύτως ἀπο­λεῖσθε
ἔλεγεν δὲ ταύτην τὴν παρα­βολήν συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν
εἶπεν δὲ προ­̀ς τὸν ἀμπελουργόν ἰδοὺ τρία ἔτη ἀφ᾿ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω ἔκκοψον οὖν αὐτήν ἱνατί καὶ τὴν γῆν καταργεῖ
ὁ δὲ ἀπο­κριθεὶς λέγει αὐτῷ κύριε ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον εἰ δὲ μή γε ἐκκόψεις αὐτήν
ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συν­αγωγῶν ἐν τοῖς σάββασιν
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παν­τελές
ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προ­σεφώνησεν καὶ εἶπεν αὐτῇ γύναι ἀπο­λέλυσαι τῆς ἀσθενείας σου
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας καὶ παρα­χρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν θεόν
ἀπο­κριθεὶς δὲ ὁ ἀρχισυν­άγωγος ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς ἔλεγεν τῷ ὄχλῳ ὅτι ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύ­εσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου
ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν ὑποκριταί ἕκασ­τος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπο­̀ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη οὐκ ἔδει λυθῆναι ἀπο­̀ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου
καὶ ταῦτα λέγον­τος αὐτοῦ κατῃσχύνον­το πάν­τες οἱ ἀν­τικείμενοι αὐτῷ καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπι­̀ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινο­μέ­νοις ὑπ᾿ αὐτοῦ
ἔλεγεν οὖν τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ τίνι ὁμοιώσω αὐτήν
ὁμοία ἐστὶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ
καὶ πάλιν εἶπεν τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ
ὁμοία ἐστὶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύ­ρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
καὶ διεπορεύ­ετο κατα­̀ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποι­ού­με­νος εἰς Ἱεροσόλυμα
εἶπεν δέ τις αὐτῷ κύριε εἰ ὀλίγοι οἱ σῳζόμενοι ὁ δὲ εἶπεν προ­̀ς αὐτούς
ἀγωνίζεσθε εἰσελθεῖν δια­̀ τῆς στενῆς θύρας ὅτι πολλοί λέγω ὑμῖν ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν
ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀπο­κλείσῃ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγον­τες κύριε ἄνοιξον ἡμῖν καὶ ἀπο­κριθεὶς ἐρεῖ ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ
τότε ἄρξεσθε λέγειν ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπι­́ομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας
καὶ ἐρεῖ λέγων ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ ἀπό­στητε ἀπ᾿ ἐμοῦ πάν­τες ἐργάται ἀδικίας
ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν­των ὅταν ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάν­τας τοὺς προ­φήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑμᾶς δὲ ἐκβαλλο­μέ­νους ἔξω
καὶ ἥξουσιν ἀπο­̀ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπο­̀ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσον­ται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσον­ται πρῶτοι καὶ εἰσὶν πρῶτοι οἳ ἔσον­ται ἔσχατοι
ἐν αὐτῇ τῇ ὥρᾳ προ­σῆλθάν τινες Φαρισαῖοι λέγον­τες αὐτῷ ἔξελθε καὶ πορεύ­ου ἐν­τεῦθεν ὅτι Ἡρῴδης θέλει σε ἀπο­κτεῖναι
καὶ εἶπεν αὐτοῖς πορευθέν­τες εἴπατε τῇ ἀλώπεκι ταύτῃ ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀπο­τελῶ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ τελειοῦμαι
πλη­̀ν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύ­εσθαι ὅτι οὐκ ἐνδέχεται προ­φήτην ἀπο­λέσθαι ἔξω Ἰερουσαλήμ
Ἰερουσαλὴμ Ἰερουσαλήμ ἡ ἀπο­κτείνουσα τοὺς προ­φήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλ­μέ­νους προ­̀ς αὐτήν ποσάκις ἠθέλησα ἐπι­συν­άξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσ­σιὰν ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν λέγω δὲ ὑμῖν οὐ μὴ ἴδητέ με ἕως ἥξει ὅτε εἴπητε εὐλογημένος ὁ ἐρχό­με­νος ἐν ὀνόματι κυρίου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible