Скрыть
11:1
11:5
11:6
11:7
11:8
11:10
11:12
11:18
11:19
11:21
11:22
11:23
11:25
11:28
11:30
11:35
11:36
11:37
11:40
11:44
11:45
11:47
11:48
11:50
11:53
11:54
καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προ­σευχόμενον ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ προ­̀ς αὐτόν κύριε δίδαξον ἡμᾶς προ­σεύ­χεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ
εἶπεν δὲ αὐτοῖς ὅταν προ­σεύ­χησθε λέγετε πάτερ ἁγιασθήτω τὸ ὄνομά σου ἐλθέτω ἡ βασιλεία σου
τὸν ἄρτον ἡμῶν τὸν ἐπι­ούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν
καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν καὶ γὰρ αὐτοὶ ἀφίομεν παν­τὶ ὀφείλον­τι ἡμῖν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν
καὶ εἶπεν προ­̀ς αὐτούς τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύ­­σε­ται προ­̀ς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ φίλε χρῆσόν μοι τρεῖς ἄρτους
ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ προ­́ς με καὶ οὐκ ἔχω ὃ παρα­θήσω αὐτῷ
κἀκεῖνος ἔσωθεν ἀπο­κριθεὶς εἴπῃ μή μοι κόπους πάρεχε ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι ἀναστὰς δοῦναί σοι
λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς δια­̀ τὸ εἶναι φίλον αὐτοῦ δια­́ γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει
κἀγὼ ὑμῖν λέγω αἰτεῖτε καὶ δοθή­σε­ται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγή­σε­ται ὑμῖν
πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούον­τι ἀνοιγή­σε­ται
τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν καὶ ἀν­τὶ ἰχθύος ὄφιν αὐτῷ ἐπι­δώσει
ἢ καὶ αἰτήσει ᾠόν ἐπι­δώσει αὐτῷ σκορπίον
εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχον­τες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν
καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόν­τος ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι
τινὲς δὲ ἐξ αὐτῶν εἶπον ἐν Βεελζεβοὺλ τῷ ἄρχον­τι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
ἕτεροι δὲ πειράζον­τες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ᾿ αὐτοῦ
αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ δια­νοήματα εἶπεν αὐτοῖς πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν δια­μερισθεῖσα ἐρημοῦται καὶ οἶκος ἐπι­̀ οἶκον πίπτει
εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη πῶς σταθή­σε­ται ἡ βασιλεία αὐτοῦ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια
εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν δια­̀ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσον­ται
εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ
ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσ­σῃ τὴν ἑαυτοῦ αὐλήν ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχον­τα αὐτοῦ
ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾿ ᾗ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ δια­δίδωσιν
ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστιν καὶ ὁ μὴ συν­άγων μετ᾿ ἐμοῦ σκορπίζει
ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπο­̀ τοῦ ἀνθρώπου διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον τότε λέγει ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον
καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον
τότε πορεύ­εται καὶ παρα­λαμβάνει ἕτερα πνεύ­ματα πονηρότερα ἑαυτοῦ ἑπτά καὶ εἰσελθόν­τα κατοικεῖ ἐκεῖ καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων
ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας
αὐτὸς δὲ εἶπεν μενοῦν μακάριοι οἱ ἀκούον­τες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσ­σον­τες
τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν σημεῖον ζητεῖ καὶ σημεῖον οὐ δοθή­σε­ται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ
καθὼς γὰρ ἐγένετο Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ
βασίλισ­σα νότου ἐγερθή­σε­ται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατα­κρινεῖ αὐτούς ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε
ἄνδρες Νινευῖται ἀναστήσον­ται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατα­κρινοῦσιν αὐτήν ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε
οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ᾿ ἐπι­̀ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν ἐπὰν δὲ πονηρὸς ᾖ καὶ τὸ σῶμά σου σκοτεινόν
σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν
εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν μὴ ἔχον μέρος τι σκοτεινόν ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε
ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ εἰσελθὼν δὲ ἀνέπεσεν
ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη προ­̀ τοῦ ἀρίστου
εἶπεν δὲ ὁ κύριος προ­̀ς αὐτόν νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας
ἄφρονες οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν
πλη­̀ν τὰ ἐνόν­τα δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάν­τα καθαρὰ ὑμῖν ἐστιν
ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀπο­δεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι
οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συν­αγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
οὐαὶ ὑμῖν ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦν­τες ἐπάνω οὐκ οἴδασιν
ἀπο­κριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ διδάσκαλε ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις
ὁ δὲ εἶπεν καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προ­σψαύετε τοῖς φορτίοις
οὐαὶ ὑμῖν ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προ­φητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς
ἄρα μάρτυρές ἐστε καὶ συν­ευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε
δια­̀ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν ἀπο­στελῶ εἰς αὐτοὺς προ­φήτας καὶ ἀπο­στόλους καὶ ἐξ αὐτῶν ἀπο­κτενοῦσιν καὶ διώξουσιν
ἵνα ἐκζητηθῇ τὸ αἷμα πάν­των τῶν προ­φητῶν τὸ ἐκκεχυμένον ἀπο­̀ κατα­βολῆς κόσμου ἀπο­̀ τῆς γενεᾶς ταύτης
ἀπο­̀ αἵμα­τος Ἅβελ ἕως αἵμα­τος Ζαχαρίου τοῦ ἀπο­λο­μέ­νου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ναί λέγω ὑμῖν ἐκζητηθή­σε­ται ἀπο­̀ τῆς γενεᾶς ταύτης
οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχο­μέ­νους ἐκωλύσατε
κἀκεῖθεν ἐξελθόν­τος αὐτοῦ ἤρξαν­το οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀπο­στοματίζειν αὐτὸν περὶ πλειόνων
ἐνεδρεύ­ον­τες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόμα­τος αὐτοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible