Скрыть
10:1
10:6
10:8
10:9
10:10
10:14
10:15
10:17
10:18
10:22
10:26
10:29
10:30
10:32
10:33
10:34
10:35
10:36
10:37
10:39
10:40
10:41
10:42
μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑβδομήκον­τα δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο προ­̀ προ­σώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι
ἔλεγεν δὲ προ­̀ς αὐτούς ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ
ὑπάγετε ἰδοὺ ἀπο­στέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
μὴ βαστάζετε βαλλάν­τιον μὴ πήραν μὴ ὑποδήματα καὶ μηδένα κατα­̀ τὴν ὁδὸν ἀσπάσησθε
εἰς ἣν δ᾿ ἂν εἰσέλθητε οἰκίαν πρῶτον λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ
καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης ἐπαναπαή­σε­ται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν εἰ δὲ μή γε ἐφ᾿ ὑμᾶς ἀνακάμψει
ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίον­τες καὶ πίνον­τες τὰ παρ᾿ αὐτῶν ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχων­ται ὑμᾶς ἐσθίετε τὰ παρα­τιθέμενα ὑμῖν
καὶ θεραπεύ­ετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ
εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχων­ται ὑμᾶς ἐξελθόν­τες εἰς τὰς πλατείας αὐτῆς εἴπατε
καὶ τὸν κονιορτὸν τὸν κολληθέν­τα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπο­μασ­σόμεθα ὑμῖν πλη­̀ν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ
λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ
οὐαί σοι Χοραζίν οὐαί σοι Βηθσαϊδά ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν
πλη­̀ν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν
καὶ σύ Καφαρναούμ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ἕως τοῦ ᾅδου κατα­βήσῃ
ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀπο­στείλαν­τά με
ὑπέστρεψαν δὲ οἱ ἑβδομήκον­τα δύο μετὰ χαρᾶς λέγον­τες κύριε καὶ τὰ δαιμόνια ὑποτάσ­σεται ἡμῖν ἐν τῷ ὀνόματί σου
εἶπεν δὲ αὐτοῖς ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόν­τα
ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπι­̀ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ
πλη­̀ν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύ­ματα ὑμῖν ὑποτάσ­σεται χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς
ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ἐν τῷ πνεύ­ματι τῷ ἁγίῳ καὶ εἶπεν ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἀπέκρυψας ταῦτα ἀπο­̀ σοφῶν καὶ συν­ετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναί ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπρο­σθέν σου
πάν­τα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀπο­καλύψαι
καὶ στραφεὶς προ­̀ς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπεν μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέπον­τες ἃ βλέπετε
λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προ­φῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν
καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων διδάσκαλε τί ποιήσας ζωὴν αἰώνιον κληρο­νο­μήσω
ὁ δὲ εἶπεν προ­̀ς αὐτόν ἐν τῷ νόμῳ τί γέγραπται πῶς ἀναγινώσκεις
ὁ δὲ ἀπο­κριθεὶς εἶπεν ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ δια­νοίᾳ σου καὶ τὸν πλη­σίον σου ὡς σεαυτόν
εἶπεν δὲ αὐτῷ ὀρθῶς ἀπεκρίθης τοῦτο ποίει καὶ ζήσῃ
ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν προ­̀ς τὸν Ἰησοῦν καὶ τίς ἐστίν μου πλη­σίον
ὑπολαβὼν ὁ Ἰησοῦς εἶπεν ἄνθρωπός τις κατέβαινεν ἀπο­̀ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαν­τες αὐτὸν καὶ πλη­γὰς ἐπι­θέν­τες ἀπῆλθον ἀφέν­τες ἡμιθανῆ
κατα­̀ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ καὶ ἰδὼν αὐτὸν ἀν­τιπαρῆλθεν
ὁμοίως δὲ καὶ Λευίτης γενό­με­νος κατα­̀ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀν­τιπαρῆλθεν
Σαμαρίτης δέ τις ὁδεύ­ων ἦλθεν κατ᾿ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη
καὶ προ­σελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπι­χέων ἔλαιον καὶ οἶνον ἐπι­βιβάσας δὲ αὐτὸν ἐπι­̀ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ
καὶ ἐπι­̀ τὴν αὔριον ἐκβαλὼν ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ καὶ εἶπεν ἐπι­μελήθητι αὐτοῦ καὶ ὅ τι ἂν προ­σδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀπο­δώσω σοι
τίς τούτων τῶν τριῶν πλη­σίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόν­τος εἰς τοὺς λῃστάς
ὁ δὲ εἶπεν ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς πορεύ­ου καὶ σὺ ποίει ὁμοίως
ἐν δὲ τῷ πορεύ­εσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν
καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ ἣ καὶ παρα­καθεσθεῖσα προ­̀ς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ
ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν δια­κονίαν ἐπι­στᾶσα δὲ εἶπεν κύριε οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν δια­κονεῖν εἰπὲ οὖν αὐτῇ ἵνα μοι συν­αν­τιλάβηται
ἀπο­κριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος Μάρθα Μάρθα μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά
ἑνὸς δέ ἐστιν χρεία Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθή­σε­ται αὐτῆς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible