Скрыть
1:1
1:3
1:4
1:6
1:7
1:8
1:10
1:11
1:12
1:13
1:15
1:16
1:18
1:19
1:20
1:21
1:22
1:23
1:24
1:25
1:26
1:28
1:29
1:30
1:34
1:36
1:37
1:38
1:39
1:40
1:41
1:42
1:43
1:44
1:45
1:47
1:48
1:49
1:56
1:57
1:58
1:59
1:60
1:61
1:62
1:63
1:64
1:65
1:66
1:67
1:71
1:77
1:79
1:80
ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπλη­ροφορημένων ἐν ἡμῖν πραγμάτων
καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου
ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι κράτιστε Θεόφιλε
ἵνα ἐπι­γνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν
ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ
ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναν­τίον τοῦ θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐν­τολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι
καὶ οὐκ ἦν αὐτοῖς τέκνον καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα καὶ ἀμφότεροι προ­βεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν
ἐγένετο δὲ ἐν τῷ ἱερατεύ­ειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναν­τι τοῦ θεοῦ
κατα­̀ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου
καὶ πᾶν τὸ πλῆ­θος ἦν τοῦ λαοῦ προ­σευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάμα­τος
ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάμα­τος
καὶ ἐταράχθη Ζαχαρίας ἰδών καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν
εἶπεν δὲ προ­̀ς αὐτὸν ὁ ἄγγελος μὴ φοβοῦ Ζαχαρία διότι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην
καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις καὶ πολλοὶ ἐπι­̀ τῇ γενέσει αὐτοῦ χαρήσον­ται
ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ πνεύ­μα­τος ἁγίου πλη­σθή­σε­ται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ
καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπι­στρέψει ἐπι­̀ κύριον τὸν θεὸν αὐτῶν
καὶ αὐτὸς προ­ελεύ­­σε­ται ἐνώπιον αὐτοῦ ἐν πνεύ­ματι καὶ δυνάμει Ἠλίου ἐπι­στρέψαι καρδίας πατέρων ἐπι­̀ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον
καὶ εἶπεν Ζαχαρίας προ­̀ς τὸν ἄγγελον κατα­̀ τί γνώσομαι τοῦτο ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προ­βεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς
καὶ ἀπο­κριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι προ­̀ς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα
καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνά­με­νος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα ἀνθ᾿ ὧν οὐκ ἐπι­́στευσας τοῖς λόγοις μου οἵτινες πλη­ρωθήσον­ται εἰς τὸν καιρὸν αὐτῶν
καὶ ἦν ὁ λαὸς προ­σδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν
ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ καὶ αὐτὸς ἦν δια­νεύ­ων αὐτοῖς καὶ διέμενεν κωφός
καὶ ἐγένετο ὡς ἐπλή­σθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ
μετὰ δὲ ταύτας τὰς ἡμέρας συν­έλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέν­τε λέγουσα
ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις
ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπο­̀ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
προ­̀ς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ
καὶ εἰσελθὼν προ­̀ς αὐτὴν εἶπεν χαῖρε κεχαριτωμένη ὁ κύριος μετὰ σοῦ
ἡ δὲ ἐπι­̀ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος
καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ μὴ φοβοῦ Μαριάμ εὗρες γὰρ χάριν παρα­̀ τῷ θεῷ
καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν
οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθή­σε­ται καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ
καὶ βασιλεύ­σει ἐπι­̀ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος
εἶπεν δὲ Μαριὰμ προ­̀ς τὸν ἄγγελον πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω
καὶ ἀπο­κριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ πνεῦμα ἅγιον ἐπελεύ­­σε­ται ἐπι­̀ σέ καὶ δύναμις ὑψίστου ἐπι­σκιάσει σοι διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθή­σε­ται υἱὸς θεοῦ
καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συν­είληφεν υἱὸν ἐν γήρει αὐτῆς καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ
ὅτι οὐκ ἀδυνατήσει παρα­̀ τοῦ θεοῦ πᾶν ῥῆμα
εἶπεν δὲ Μαριάμ ἰδοὺ ἡ δούλη κυρίου γένοιτό μοι κατα­̀ τὸ ῥῆμά σου καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος
ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύ­θη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ
καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλή­σθη πνεύ­μα­τος ἁγίου ἡ Ἐλισάβετ
καὶ ἀνεφώνησεν κραυγῇ μεγά­λῃ καὶ εἶπεν εὐλογημένη σὺ ἐν γυναιξίν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου
καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου προ­̀ς ἐμέ
ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου
καὶ μακαρία ἡ πιστεύ­σασα ὅτι ἔσται τελείωσις τοῖς λελαλη­μέ­νοις αὐτῇ παρα­̀ κυρίου
καὶ εἶπεν Μαριάμ
μεγαλύνει ἡ ψυχή μου τὸν κύριον καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπι­̀ τῷ θεῷ τῷ σωτῆρί μου
ὅτι ἐπέβλεψεν ἐπι­̀ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπο­̀ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί
ὅτι ἐποίησέν μοι μεγά­λα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ
καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβου­μέ­νοις αὐτόν
ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ διεσκόρπισεν ὑπερηφάνους δια­νοίᾳ καρδίας αὐτῶν
καθεῖλεν δυνάστας ἀπο­̀ θρόνων καὶ ὕψωσεν ταπεινούς
πεινῶν­τας ἐνέπλη­σεν ἀγαθῶν καὶ πλουτοῦν­τας ἐξαπέστειλεν κενούς
ἀν­τελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους
καθὼς ἐλάλησεν προ­̀ς τοὺς πατέρας ἡμῶν τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα
ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς
τῇ δὲ Ἐλισάβετ ἐπλή­σθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν καὶ ἐγέννησεν υἱόν
καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγά­λυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς καὶ συν­έχαιρον αὐτῇ
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπι­̀ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν
καὶ ἀπο­κριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν οὐχί ἀλλὰ κληθή­σε­ται Ἰωάννης
καὶ εἶπαν προ­̀ς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ
ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό
καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ καὶ ἐθαύμασαν πάν­τες
ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παρα­χρῆμα καὶ ἡ γλῶσ­σα αὐτοῦ καὶ ἐλάλει εὐλογῶν τὸν θεόν
καὶ ἐγένετο ἐπι­̀ πάν­τας φόβος τοὺς περιοικοῦν­τας αὐτούς καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάν­τα τὰ ῥήματα ταῦτα
καὶ ἔθεν­το πάν­τες οἱ ἀκούσαν­τες ἐν τῇ καρδίᾳ αὐτῶν λέγον­τες τί ἄρα τὸ παιδίον τοῦτο ἔσται καὶ γὰρ χεὶρ κυρίου ἦν μετ᾿ αὐτοῦ
καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλή­σθη πνεύ­μα­τος ἁγίου καὶ ἐπρο­φήτευσεν λέγων
εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ
καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ
καθὼς ἐλάλησεν δια­̀ στόμα­τος τῶν ἁγίων ἀπ᾿ αἰῶνος προ­φητῶν αὐτοῦ
σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάν­των τῶν μισούν­των ἡμᾶς
ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι δια­θήκης ἁγίας αὐτοῦ
ὅρκον ὃν ὤμοσεν προ­̀ς Ἀβραὰμ τὸν πατέρα ἡμῶν τοῦ δοῦναι ἡμῖν
ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέν­τας λατρεύ­ειν αὐτῷ
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν
καὶ σὺ δέ παιδίον προ­φήτης ὑψίστου κληθήσῃ προ­πορεύ­σῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ
τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
δια­̀ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπι­σκέψ­σε­ται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
ἐπι­φᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθη­μέ­νοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης
τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύ­ματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ προ­̀ς τὸν Ἰσραήλ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible