Скрыть
1:2
1:5
1:8
1:10
1:11
1:12
1:13
1:15
1:17
καὶ ἀνεκάλεσεν Μωυσῆν καὶ ἐλάλησεν κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς προ­̀ς αὐτούς ἄνθρωπος ἐξ ὑμῶν ἐὰν προ­σαγάγῃ δῶρα τῷ κυρίῳ ἀπο­̀ τῶν κτηνῶν ἀπο­̀ τῶν βοῶν καὶ ἀπο­̀ τῶν προ­βάτων προ­σοίσετε τὰ δῶρα ὑμῶν
ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προ­σάξει προ­̀ς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προ­σοίσει αὐτὸ δεκτὸν ἐναν­τίον κυρίου
καὶ ἐπι­θήσει τὴν χεῖρα ἐπι­̀ τὴν κεφαλὴν τοῦ καρπώμα­τος δεκτὸν αὐτῷ ἐξιλάσασθαι περὶ αὐτοῦ
καὶ σφάξουσι τὸν μόσχον ἔναν­τι κυρίου καὶ προ­σοίσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα καὶ προ­σχεοῦσιν τὸ αἷμα ἐπι­̀ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπι­̀ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου
καὶ ἐκδείραν­τες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατα­̀ μέλη
καὶ ἐπι­θήσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς πῦρ ἐπι­̀ τὸ θυσιαστήριον καὶ ἐπι­στοιβάσουσιν ξύλα ἐπι­̀ τὸ πῦρ
καὶ ἐπι­στοιβάσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπι­̀ τὰ ξύλα τὰ ἐπι­̀ τοῦ πυρὸς τὰ ὄν­τα ἐπι­̀ τοῦ θυσιαστηρίου
τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι καὶ ἐπι­θήσουσιν οἱ ἱερεῖς τὰ πάν­τα ἐπι­̀ τὸ θυσιαστήριον κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ
ἐὰν δὲ ἀπο­̀ τῶν προ­βάτων τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ ἀπό­ τε τῶν ἀρνῶν καὶ τῶν ἐρίφων εἰς ὁλοκαύτωμα ἄρσεν ἄμωμον προ­σάξει αὐτὸ καὶ ἐπι­θήσει τὴν χεῖρα ἐπι­̀ τὴν κεφαλὴν αὐτοῦ
καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ θυσιαστηρίου προ­̀ς βορρᾶν ἔναν­τι κυρίου καὶ προ­σχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπι­̀ τὸ θυσιαστήριον κύκλῳ
καὶ διελοῦσιν αὐτὸ κατα­̀ μέλη καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ καὶ ἐπι­στοιβάσουσιν αὐτὰ οἱ ἱερεῖς ἐπι­̀ τὰ ξύλα τὰ ἐπι­̀ τοῦ πυρὸς τὰ ἐπι­̀ τοῦ θυσιαστηρίου
καὶ τὰ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι καὶ προ­σοίσει ὁ ἱερεὺς τὰ πάν­τα καὶ ἐπι­θήσει ἐπι­̀ τὸ θυσιαστήριον κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ
ἐὰν δὲ ἀπο­̀ τῶν πετεινῶν κάρπωμα προ­σφέρῃς δῶρον τῷ κυρίῳ καὶ προ­σοίσει ἀπο­̀ τῶν τρυγόνων ἢ ἀπο­̀ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ
καὶ προ­σοίσει αὐτὸ ὁ ἱερεὺς προ­̀ς τὸ θυσιαστήριον καὶ ἀπο­κνίσει τὴν κεφαλήν καὶ ἐπι­θήσει ὁ ἱερεὺς ἐπι­̀ τὸ θυσιαστήριον καὶ στραγγιεῖ τὸ αἷμα προ­̀ς τὴν βάσιν τοῦ θυσιαστηρίου
καὶ ἀφελεῖ τὸν προ­́λοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρα­̀ τὸ θυσιαστήριον κατα­̀ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ
καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ καὶ ἐπι­θήσει αὐτὸ ὁ ἱερεὺς ἐπι­̀ τὸ θυσιαστήριον ἐπι­̀ τὰ ξύλα τὰ ἐπι­̀ τοῦ πυρός κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τῷ κυρίῳ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible