Скрыть
1:3
1:6
1:7
1:8
1:10
1:11
1:12
1:13
1:14
1:16
καὶ ἐγένετο λόγος κυρίου προ­̀ς Ιωναν τὸν τοῦ Αμαθι λέγων
ἀνάστηθι καὶ πορεύ­θητι εἰς Νινευη τὴν πόλιν τὴν μεγά­λην καὶ κήρυξον ἐν αὐτῇ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς προ­́ς με
καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προ­σώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσις ἐκ προ­σώπου κυρίου
καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασ­σαν καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσ­σῃ καὶ τὸ πλοῖον ἐκινδύνευεν συν­τριβῆναι
καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκασ­τος προ­̀ς τὸν θεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαν­το τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασ­σαν τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν
καὶ προ­σῆλθεν προ­̀ς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ τί σὺ ῥέγχεις ἀνάστα καὶ ἐπι­καλοῦ τὸν θεόν σου ὅπως δια­σώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπο­λώμεθα
καὶ εἶπεν ἕκασ­τος προ­̀ς τὸν πλη­σίον αὐτοῦ δεῦτε βάλωμεν κλήρους καὶ ἐπι­γνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπι­̀ Ιωναν
καὶ εἶπον προ­̀ς αὐτόν ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν καὶ πόθεν ἔρχῃ καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ
καὶ εἶπεν προ­̀ς αὐτούς δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι ὃς ἐποίησεν τὴν θάλασ­σαν καὶ τὴν ξηράν
καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν προ­̀ς αὐτόν τί τοῦτο ἐποίησας διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προ­σώπου κυρίου ἦν φεύ­γων ὅτι ἀπήγγειλεν αὐτοῖς
καὶ εἶπαν προ­̀ς αὐτόν τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασ­σα ἀφ᾿ ἡμῶν ὅτι ἡ θάλασ­σα ἐπορεύ­ετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα
καὶ εἶπεν Ιωνας προ­̀ς αὐτούς ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασ­σαν καὶ κοπάσει ἡ θάλασ­σα ἀφ᾿ ὑμῶν διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστιν
καὶ παρεβιάζον­το οἱ ἄνδρες τοῦ ἐπι­στρέψαι προ­̀ς τὴν γῆν καὶ οὐκ ἠδύναν­το ὅτι ἡ θάλασ­σα ἐπορεύ­ετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς
καὶ ἀνεβόησαν προ­̀ς κύριον καὶ εἶπαν μηδαμῶς κύριε μὴ ἀπο­λώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον ὅτι σύ κύριε ὃν τρόπον ἐβούλου πεποίηκας
καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασ­σαν καὶ ἔστη ἡ θάλασ­σα ἐκ τοῦ σάλου αὐτῆς
καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγά­λῳ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τῷ κυρίῳ καὶ εὔξαν­το εὐχάς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible