Скрыть
21:2
21:3
21:5
21:6
21:7
21:8
21:9
21:10
21:11
21:12
21:14
21:15
21:17
21:19
21:21
21:22
21:23
μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπι­̀ τῆς θαλάσ­σης τῆς Τιβεριάδος ἐφανέρωσεν δὲ οὕτως
ἦσαν ὁμοῦ Σίμων Пέτρος καὶ Θωμᾶς ὁ λεγό­με­νος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπο­̀ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο
λέγει αὐτοῖς Σίμων Пέτρος ὑπάγω ἁλιεύ­ειν λέγουσιν αὐτῷ ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπι­́ασαν οὐδέν
πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν οὐ μέν­τοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν
λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς παιδία μή τι προ­σφάγιον ἔχετε ἀπεκρίθησαν αὐτῷ οὔ
ὁ δὲ εἶπεν αὐτοῖς βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπο­̀ τοῦ πλή­θους τῶν ἰχθύων
λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Пέτρῳ ὁ κύριός ἐστιν Σίμων οὖν Пέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασ­σαν
οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον οὐ γὰρ ἦσαν μακρὰν ἀπο­̀ τῆς γῆς ἀλλὰ ὡς ἀπο­̀ πηχῶν δια­κοσίων σύρον­τες τὸ δίκτυον τῶν ἰχθύων
ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπι­κείμενον καὶ ἄρτον
λέγει αὐτοῖς ὁ Ἰησοῦς ἐνέγκατε ἀπο­̀ τῶν ὀψαρίων ὧν ἐπι­άσατε νῦν
ἀνέβη οὖν Σίμων Пέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγά­λων ἑκατὸν πεν­τήκον­τα τριῶν καὶ τοσούτων ὄν­των οὐκ ἐσχίσθη τὸ δίκτυον
λέγει αὐτοῖς ὁ Ἰησοῦς δεῦτε ἀριστήσατε οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ εἰδότες ὅτι ὁ κύριός ἐστιν
ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως
τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν
ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Пέτρῳ ὁ Ἰησοῦς Σίμων Ἰωάννου ἀγαπᾷς με πλέον τούτων λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ βόσκε τὰ ἀρνία μου
λέγει αὐτῷ πάλιν δεύ­τερον Σίμων Ἰωάννου ἀγαπᾷς με λέγει αὐτῷ ναί κύριε σὺ οἶδας ὅτι φιλῶ σε λέγει αὐτῷ ποίμαινε τὰ προ­́βατά μου
λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάννου φιλεῖς με ἐλυπήθη ὁ Пέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον φιλεῖς με καὶ λέγει αὐτῷ κύριε πάν­τα σὺ οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε λέγει αὐτῷ ὁ Ἰησοῦς βόσκε τὰ προ­́βατά μου
ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις
τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ ἀκολούθει μοι
ἐπι­στραφεὶς ὁ Пέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦν­τα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπι­̀ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν κύριε τίς ἐστιν ὁ παρα­διδούς σε
τοῦτον οὖν ἰδὼν ὁ Пέτρος λέγει τῷ Ἰησοῦ κύριε οὗτος δὲ τί
λέγει αὐτῷ ὁ Ἰησοῦς ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί προ­̀ς σέ σύ μοι ἀκολούθει
ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀπο­θνῄσκει οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀπο­θνῄσκει ἀλλ᾿ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί προ­̀ς σέ
οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν
ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν οὐδ᾿ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible