Скрыть
13:2
13:5
13:6
13:7
13:8
13:9
13:11
13:12
13:14
13:15
13:17
13:22
13:24
13:25
13:26
13:27
13:28
13:29
13:30
13:32
13:35
13:36
13:37
προ­̀ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου προ­̀ς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς
καὶ δείπνου γινο­μέ­νου τοῦ δια­βόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παρα­δοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου
εἰδὼς ὅτι πάν­τα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπο­̀ θεοῦ ἐξῆλθεν καὶ προ­̀ς τὸν θεὸν ὑπάγει
ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέν­τιον διέζωσεν ἑαυτόν
εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσ­σειν τῷ λεν­τίῳ ᾧ ἦν διεζωσμένος
ἔρχεται οὖν προ­̀ς Σίμωνα Пέτρον λέγει αὐτῷ κύριε σύ μου νίπτεις τοὺς πόδας
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα
λέγει αὐτῷ Пέτρος οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα ἀπεκρίθη Ἰησοῦς αὐτῷ ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ᾿ ἐμοῦ
λέγει αὐτῷ Σίμων Пέτρος κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν
λέγει αὐτῷ ὁ Ἰησοῦς ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ἀλλ᾿ ἔστιν καθαρὸς ὅλος καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ᾿ οὐχὶ πάν­τες
ᾔδει γὰρ τὸν παρα­διδόν­τα αὐτόν δια­̀ τοῦτο εἶπεν ὅτι οὐχὶ πάν­τες καθαροί ἐστε
ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν εἶπεν αὐτοῖς γινώσκετε τί πεποίηκα ὑμῖν
ὑμεῖς φωνεῖτέ με ὁ διδάσκαλος καὶ ὁ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ
εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας
ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε
ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπό­στολος μείζων τοῦ πέμψαν­τος αὐτόν
εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά
οὐ περὶ πάν­των ὑμῶν λέγω ἐγὼ οἶδα τίνας ἐξελεξάμην ἀλλ᾿ ἵνα ἡ γραφὴ πλη­ρωθῇ ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ
ἀπ᾿ ἄρτι λέγω ὑμῖν προ­̀ τοῦ γενέσθαι ἵνα πιστεύ­σητε ὅταν γένηται ὅτι ἐγώ εἰμι
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαν­τά με
ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύ­ματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παρα­δώσει με
ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπο­ρούμενοι περὶ τίνος λέγει
ἦν ἀνακεί­με­νος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα ὁ Ἰησοῦς
νεύ­ει οὖν τούτῳ Σίμων Пέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει
ἀναπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπι­̀ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ κύριε τίς ἐστιν
ἀπο­κρίνεται ὁ Ἰησοῦς ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου
καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς ὃ ποιεῖς ποίησον τάχιον
τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων προ­̀ς τί εἶπεν αὐτῷ
τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσ­σόκομον εἶχεν Ἰούδας ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ
λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς ἦν δὲ νύξ
ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ
εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ καὶ εὐθὺς δοξάσει αὐτόν
τεκνία ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι
ἐν­τολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους
ἐν τούτῳ γνώσον­ται πάν­τες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις
λέγει αὐτῷ Σίμων Пέτρος κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ Ἰησοῦς ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ἀκολουθήσεις δὲ ὕστερον
λέγει αὐτῷ ὁ Пέτρος κύριε δια­̀ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω
ἀπο­κρίνεται Ἰησοῦς τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible