Скрыть
1:4
1:7
1:11
1:13
1:16
1:19
τὸ ῥῆμα τοῦ θεοῦ ὃ ἐγένετο ἐπι­̀ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων ὃς κατῴκει ἐν Αναθωθ ἐν γῇ Βενιαμιν
ὃς ἐγενήθη λόγος τοῦ θεοῦ προ­̀ς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνί
καὶ ἐγένετο λόγος κυρίου προ­́ς με λέγων
προ­̀ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπι­́σταμαί σε καὶ προ­̀ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε προ­φήτην εἰς ἔθνη τέθεικά σε
καὶ εἶπα ὦ δέσποτα κύριε ἰδοὺ οὐκ ἐπι­́σταμαι λαλεῖν ὅτι νεώτερος ἐγώ εἰμι
καὶ εἶπεν κύριος προ­́ς με μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι προ­̀ς πάν­τας οὓς ἐὰν ἐξαποστείλω σε πορεύ­σῃ καὶ κατα­̀ πάν­τα ὅσα ἐὰν ἐν­τείλωμαί σοι λαλήσεις
μὴ φοβηθῇς ἀπο­̀ προ­σώπου αὐτῶν ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε λέγει κύριος
καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ προ­́ς με καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν κύριος προ­́ς με ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου
ἰδοὺ κατέστακά σε σήμερον ἐπι­̀ ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατα­σκάπτειν καὶ ἀπο­λλύειν καὶ ἀνοικοδομεῖν καὶ κατα­φυτεύ­ειν
καὶ ἐγένετο λόγος κυρίου προ­́ς με λέγων τί σὺ ὁρᾷς Ιερεμια καὶ εἶπα βακτηρίαν καρυΐνην
καὶ εἶπεν κύριος προ­́ς με καλῶς ἑώρακας διότι ἐγρήγορα ἐγὼ ἐπι­̀ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς
καὶ ἐγένετο λόγος κυρίου προ­́ς με ἐκ δευτέρου λέγων τί σὺ ὁρᾷς καὶ εἶπα λέβητα ὑποκαιόμενον καὶ τὸ προ­́σωπον αὐτοῦ ἀπο­̀ προ­σώπου βορρᾶ
καὶ εἶπεν κύριος προ­́ς με ἀπο­̀ προ­σώπου βορρᾶ ἐκκαυθή­σε­ται τὰ κακὰ ἐπι­̀ πάν­τας τοὺς κατοικοῦν­τας τὴν γῆν
διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπο­̀ βορρᾶ τῆς γῆς λέγει κύριος καὶ ἥξουσιν καὶ θήσουσιν ἕκασ­τος τὸν θρόνον αὐτοῦ ἐπι­̀ τὰ προ­́θυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπι­̀ πάν­τα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπι­̀ πάσας τὰς πόλεις Ιουδα
καὶ λαλήσω προ­̀ς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προ­σεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν προ­̀ς αὐτοὺς πάν­τα ὅσα ἂν ἐν­τείλωμαί σοι μὴ φοβηθῇς ἀπο­̀ προ­σώπου αὐτῶν μηδὲ πτοηθῇς ἐναν­τίον αὐτῶν ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε λέγει κύριος
ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς
καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνων­ται προ­̀ς σέ διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε εἶπεν κύριος
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible