Скрыть
3:3
3:4
3:5
3:7
3:10
3:11
3:14
3:15
μὴ πολλοὶ διδάσκαλοι γίνεσθε ἀδελφοί μου εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα
πολλὰ γὰρ πταίομεν ἅπαν­τες εἴ τις ἐν λόγῳ οὐ πταίει οὗτος τέλειος ἀνήρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα
εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν
ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄν­τα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνον­τος βούλεται
οὕτως καὶ ἡ γλῶσ­σα μικρὸν μέλος ἐστὶν καὶ μεγά­λα αὐχεῖ ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει
καὶ ἡ γλῶσ­σα πῦρ ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσ­σα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης
πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ
τὴν δὲ γλῶσ­σαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων ἀκατα­́στατον κακόν μεστὴ ἰοῦ θανατηφόρου
ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾿ ὁμοίωσιν θεοῦ γεγονότας
ἐκ τοῦ αὐτοῦ στόμα­τος ἐξέρχεται εὐλογία καὶ κατα­́ρα οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι
μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν
μὴ δύναται ἀδελφοί μου συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ
τίς σοφὸς καὶ ἐπι­στήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν μὴ κατα­καυχᾶσθε καὶ ψεύ­δεσθε κατα­̀ τῆς ἀληθείας
οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπι­́γειος ψυχική δαιμονιώδης
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ἐκεῖ ἀκατα­στασία καὶ πᾶν φαῦλον πρᾶγμα
ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπι­εικής εὐπειθής μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδια­́κριτος ἀνυπόκριτος
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποι­οῦσιν εἰρήνην
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible