Скрыть
9:1
9:3
9:6
9:8
9:16
9:18
9:21
9:22
9:23
9:24
9:25
9:26
εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν
σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ προ­́θεσις τῶν ἄρτων ἥτις λέγεται ἅγια
μετὰ δὲ τὸ δεύ­τερον κατα­πέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων
χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς δια­θήκης περικεκαλυμμένην πάν­τοθεν χρυσίῳ ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς δια­θήκης
ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατα­σκιάζον­τα τὸ ἱλαστήριον περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατα­̀ μέρος
τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν δια­̀ παν­τὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπι­τελοῦν­τες
εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς οὐ χωρὶς αἵμα­τος ὃ προ­σφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων
τοῦτο δηλοῦν­τος τοῦ πνεύ­μα­τος τοῦ ἁγίου μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν
ἥτις παρα­βολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα καθ᾿ ἣν δῶρά τε καὶ θυσίαι προ­σφέρον­ται μὴ δυνάμεναι κατα­̀ συν­είδησιν τελειῶσαι τὸν λατρεύ­ον­τα
μόνον ἐπι­̀ βρώμασιν καὶ πόμασιν καὶ δια­φόροις βαπτισμοῖς δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπι­κείμενα
Χριστὸς δὲ παρα­γενό­με­νος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν δια­̀ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου τοῦτ᾿ ἔστιν οὐ ταύτης τῆς κτίσεως
οὐδὲ δι᾿ αἵμα­τος τράγων καὶ μόσχων δια­̀ δὲ τοῦ ἰδίου αἵμα­τος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑρά­με­νος
εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαν­τίζουσα τοὺς κεκοινω­μέ­νους ἁγιάζει προ­̀ς τὴν τῆς σαρκὸς καθαρότητα
πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ ὃς δια­̀ πνεύ­μα­τος αἰωνίου ἑαυτὸν προ­σήνεγκεν ἄμωμον τῷ θεῷ καθαριεῖ τὴν συν­είδησιν ἡμῶν ἀπο­̀ νεκρῶν ἔργων εἰς τὸ λατρεύ­ειν θεῷ ζῶν­τι
καὶ δια­̀ τοῦτο δια­θήκης καινῆς μεσίτης ἐστίν ὅπως θανάτου γενο­μέ­νου εἰς ἀπο­λύτρωσιν τῶν ἐπι­̀ τῇ πρώτῃ δια­θήκῃ παρα­βάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλη­μέ­νοι τῆς αἰωνίου κληρο­νο­μίας
ὅπου γὰρ δια­θήκη θάνατον ἀνάγκη φέρεσθαι τοῦ δια­θε­μέ­νου
δια­θήκη γὰρ ἐπι­̀ νεκροῖς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ δια­θέ­με­νος
ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵμα­τος ἐγκεκαίνισται
λαληθείσης γὰρ πάσης ἐν­τολῆς κατα­̀ τὸν νόμον ὑπὸ Μωϋσέως παν­τὶ τῷ λαῷ λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μετὰ ὕδα­τος καὶ ἐρίου κοκκίνου καὶ ὑσ­σώπου αὐτό τε τὸ βιβλίον καὶ πάν­τα τὸν λαὸν ἐράν­τισεν
λέγων τοῦτο τὸ αἷμα τῆς δια­θήκης ἧς ἐνετείλατο προ­̀ς ὑμᾶς ὁ θεός
καὶ τὴν σκηνὴν δὲ καὶ πάν­τα τὰ σκεύ­η τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράν­τισεν
καὶ σχεδὸν ἐν αἵματι πάν­τα καθαρίζεται κατα­̀ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις
ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρα­̀ ταύτας
οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός ἀν­τίτυπα τῶν ἀληθινῶν ἀλλ᾿ εἰς αὐτὸν τὸν οὐρανόν νῦν ἐμφανισθῆναι τῷ προ­σώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν
οὐδ᾿ ἵνα πολλάκις προ­σφέρῃ ἑαυτόν ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾿ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ
ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπο­̀ κατα­βολῆς κόσμου νυνὶ δὲ ἅπαξ ἐπι­̀ συν­τελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας δια­̀ τῆς θυσίας αὐτοῦ πεφανέρωται
καὶ καθ᾿ ὅσον ἀπό­κειται τοῖς ἀνθρώποις ἅπαξ ἀπο­θανεῖν μετὰ δὲ τοῦτο κρίσις
οὕτως καὶ ὁ Χριστός ἅπαξ προ­σενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθή­σε­ται τοῖς αὐτὸν ἀπεκδεχο­μέ­νοις εἰς σωτηρίαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible