Скрыть
8:4
8:7
8:9
8:13
κεφάλαιον δὲ ἐπι­̀ τοῖς λεγο­μέ­νοις τοι­οῦτον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς
τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν ὁ κύριος οὐκ ἄνθρωπος
πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προ­σφέρειν δῶρά τε καὶ θυσίας καθίσταται ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προ­σενέγκῃ
εἰ μὲν οὖν ἦν ἐπι­̀ γῆς οὐδ᾿ ἂν ἦν ἱερεύς ὄν­των τῶν προ­σφερόν­των κατα­̀ νόμον τὰ δῶρα
οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύ­ουσιν τῶν ἐπουρανίων καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπι­τελεῖν τὴν σκηνήν ὅρα γάρ φησίν ποιήσεις πάν­τα κατα­̀ τὸν τύπον τὸν δειχθέν­τα σοι ἐν τῷ ὄρει
νυνὶ δὲ δια­φορωτέρας τέτυχεν λειτουργίας ὅσῳ καὶ κρείττονός ἐστιν δια­θήκης μεσίτης ἥτις ἐπι­̀ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται
εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος
μεμφό­με­νος γὰρ αὐτοὺς λέγει ἰδοὺ ἡμέραι ἔρχον­ται λέγει κύριος καὶ συν­τελέσω ἐπι­̀ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπι­̀ τὸν οἶκον Ἰούδα δια­θήκην καινήν
οὐ κατα­̀ τὴν δια­θήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπι­λαβο­μέ­νου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ δια­θήκῃ μου κἀγὼ ἠμέλησα αὐτῶν λέγει κύριος
ὅτι αὕτη ἡ δια­θήκη ἣν δια­θήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου εἰς τὴν δια­́νοιαν αὐτῶν καὶ ἐπι­̀ καρδίας αὐτῶν ἐπι­γράψω αὐτούς καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσον­ταί μοι εἰς λαόν
καὶ οὐ μὴ διδάξωσιν ἕκασ­τος τὸν πολίτην αὐτοῦ καὶ ἕκασ­τος τὸν ἀδελφὸν αὐτοῦ λέγων γνῶθι τὸν κύριον ὅτι πάν­τες εἰδήσουσίν με ἀπο­̀ μικροῦ ἕως μεγά­λου αὐτῶν
ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι
ἐν τῷ λέγειν καινὴν πεπαλαίωκεν τὴν πρώτην τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible