Скрыть
5:1
5:2
5:3
5:9
5:10
πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανό­με­νος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ προ­̀ς τὸν θεόν ἵνα προ­σφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν
μετριοπαθεῖν δυνά­με­νος τοῖς ἀγνοοῦσιν καὶ πλανω­μέ­νοις ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν
καὶ δι᾿ αὐτὴν ὀφείλει καθὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ αὐτοῦ προ­σφέρειν περὶ ἁμαρτιῶν
καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν ἀλλὰ καλού­με­νος ὑπὸ τοῦ θεοῦ καθώσπερ καὶ Ἀαρών
οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα ἀλλ᾿ ὁ λαλήσας προ­̀ς αὐτόν υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
καθὼς καὶ ἐν ἑτέρῳ λέγει σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατα­̀ τὴν τάξιν Μελχισέδεκ
ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας προ­̀ς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προ­σενέγκας καὶ εἰσακουσθεὶς ἀπο­̀ τῆς εὐλαβείας
καίπερ ὢν υἱὸς ἔμαθεν ἀφ᾿ ὧν ἔπαθεν τὴν ὑπακοήν
καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου
προ­σαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατα­̀ τὴν τάξιν Μελχισέδεκ
περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς
καὶ γὰρ ὀφείλον­τες εἶναι διδάσκαλοι δια­̀ τὸν χρόνον πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ καὶ γεγόνατε χρείαν ἔχον­τες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς
πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης νήπιος γάρ ἐστιν
τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τῶν δια­̀ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόν­των προ­̀ς δια­́κρισιν καλοῦ τε καὶ κακοῦ
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible