Скрыть
10:3
10:5
10:8
10:9
10:14
10:15
10:18
10:23
10:24
10:29
10:32
10:33
10:36
10:37
10:39
σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόν­των ἀγαθῶν οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων κατ᾿ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προ­σφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προ­σερχο­μέ­νους τελειῶσαι
ἐπεὶ οὐκ ἂν ἐπαύσαν­το προ­σφερόμεναι δια­̀ τὸ μηδεμίαν ἔχειν ἔτι συν­είδησιν ἁμαρτιῶν τοὺς λατρεύ­ον­τας ἅπαξ κεκαθαρισ­μέ­νους
ἀλλ᾿ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾿ ἐνιαυτόν
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας
διὸ εἰσερχό­με­νος εἰς τὸν κόσμον λέγει θυσίαν καὶ προ­σφορὰν οὐκ ἠθέλησας σῶμα δὲ κατηρτίσω μοι
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας
τότε εἶπον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι ὁ θεός τὸ θέλημά σου
ἀνώτερον λέγων ὅτι θυσίας καὶ προ­σφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατα­̀ νόμον προ­σφέρον­ται
τότε εἴρηκεν ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύ­τερον στήσῃ
ἐν ᾧ θελήματι ἡγιασ­μέ­νοι ἐσμὲν δια­̀ τῆς προ­σφορᾶς τοῦ σώμα­τος Ἰησοῦ Χριστοῦ ἐφάπαξ
καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾿ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προ­σφέρων θυσίας αἵτινες οὐδέποτε δύναν­ται περιελεῖν ἁμαρτίας
οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προ­σενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ
τὸ λοιπὸν ἐκδεχό­με­νος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ
μιᾷ γὰρ προ­σφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζο­μέ­νους
μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον μετὰ γὰρ τὸ εἰρηκέναι
αὕτη ἡ δια­θήκη ἣν δια­θήσομαι προ­̀ς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου ἐπι­̀ καρδίας αὐτῶν καὶ ἐπι­̀ τὴν δια­́νοιαν αὐτῶν ἐπι­γράψω αὐτούς
καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι
ὅπου δὲ ἄφεσις τούτων οὐκέτι προ­σφορὰ περὶ ἁμαρτίας
ἔχον­τες οὖν ἀδελφοί παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ
ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν προ­́σφατον καὶ ζῶσαν δια­̀ τοῦ κατα­πετάσμα­τος τοῦτ᾿ ἔστιν τῆς σαρκὸς αὐτοῦ
καὶ ἱερέα μέγαν ἐπι­̀ τὸν οἶκον τοῦ θεοῦ
προ­σερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πλη­ροφορίᾳ πίστεως ῥεραν­τισ­μέ­νοι τὰς καρδίας ἀπο­̀ συν­ειδήσεως πονηρᾶς καὶ λελουσ­μέ­νοι τὸ σῶμα ὕδατι καθαρῷ
κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ πιστὸς γὰρ ὁ ἐπαγγειλά­με­νος
καὶ κατα­νοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων
μὴ ἐγκατα­λείπον­τες τὴν ἐπι­συν­αγωγὴν ἑαυτῶν καθὼς ἔθος τισίν ἀλλὰ παρα­καλοῦν­τες καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν
ἑκουσίως γὰρ ἁμαρτανόν­των ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπι­́γνωσιν τῆς ἀληθείας οὐκέτι περὶ ἁμαρτιῶν ἀπο­λείπεται θυσία
φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλον­τος τοὺς ὑπεναν­τίους
ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπι­̀ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀπο­θνῄσκει
πόσῳ δοκεῖτε χείρονος ἀξιωθή­σε­ται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ κατα­πατήσας καὶ τὸ αἷμα τῆς δια­θήκης κοινὸν ἡγησά­με­νος ἐν ᾧ ἡγιάσθη καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας
οἴδαμεν γὰρ τὸν εἰπόν­τα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀν­ταποδώσω καὶ πάλιν κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ
φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶν­τος
ἀναμιμνῄσκεσθε δὲ τὰς προ­́τερον ἡμέρας ἐν αἷς φωτισθέν­τες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων
τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέν­τες
καὶ γὰρ τοῖς δεσμίοις συν­επαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόν­των ὑμῶν μετὰ χαρᾶς προ­σεδέξασθε γινώσκον­τες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ ­μέ­νουσαν
μὴ ἀπο­βάλητε οὖν τὴν παρρησίαν ὑμῶν ἥτις ἔχει μεγά­λην μισθαποδοσίαν
ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαν­τες κομίσησθε τὴν ἐπαγγελίαν
ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχό­με­νος ἥξει καὶ οὐ χρονίσει
ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζή­σε­ται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ
ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible