Скрыть
1:10
πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προ­φήταις
ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ ὃν ἔθηκεν κληρονόμον πάν­των δι᾿ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάν­τα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησά­με­νος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς
τοσούτῳ κρείττων γενό­με­νος τῶν ἀγγέλων ὅσῳ δια­φορώτερον παρ᾿ αὐτοὺς κεκληρονόμηκεν ὄνομα
τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε καὶ πάλιν ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν
ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει καὶ προ­σκυνησάτωσαν αὐτῷ πάν­τες ἄγγελοι θεοῦ
καὶ προ­̀ς μὲν τοὺς ἀγγέλους λέγει ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ­ματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
προ­̀ς δὲ τὸν υἱόν ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν δια­̀ τοῦτο ἔχρισέν σε ὁ θεός ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρα­̀ τοὺς μετόχους σου
καί σὺ κατ᾿ ἀρχάς κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
αὐτοὶ ἀπο­λοῦν­ται σὺ δὲ δια­μένεις καὶ πάν­τες ὡς ἱμάτιον παλαιωθήσον­ται
καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς ὡς ἱμάτιον καὶ ἀλλαγήσον­ται σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν
προ­̀ς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
οὐχὶ πάν­τες εἰσὶν λειτουργικὰ πνεύ­ματα εἰς δια­κονίαν ἀπο­στελλόμενα δια­̀ τοὺς μέλλον­τας κληρο­νο­μεῖν σωτηρίαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible