Скрыть
1:3
1:4
1:5
1:7
1:9
1:14
1:15
ἐν τῷ δευτέρῳ ἔτει ἐπι­̀ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου τοῦ προ­φήτου λέγων εἰπὸν δὴ προ­̀ς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ προ­̀ς ᾿Ιησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων
τάδε λέγει κύριος παν­τοκράτωρ λέγων ὁ λαὸς οὗτος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου
καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Αγγαιου τοῦ προ­φήτου λέγων
εἰ καιρὸς ὑμῖν μέν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται
καὶ νῦν τάδε λέγει κύριος παν­τοκράτωρ τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν
ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα ἐφάγετε καὶ οὐκ εἰς πλη­σμονήν ἐπι­́ετε καὶ οὐκ εἰς μέθην περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς καὶ ὁ τοὺς μισθοὺς συν­άγων συν­ήγαγεν εἰς δεσμὸν τετρυπημένον
τάδε λέγει κύριος παν­τοκράτωρ θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν
ἀνάβητε ἐπι­̀ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι εἶπεν κύριος
ἐπεβλέψατε εἰς πολλά καὶ ἐγένετο ὀλίγα καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά δια­̀ τοῦτο τάδε λέγει κύριος παν­τοκράτωρ ἀνθ᾿ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος ὑμεῖς δὲ διώκετε ἕκασ­τος εἰς τὸν οἶκον αὐτοῦ
δια­̀ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπο­̀ δρόσου καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς
καὶ ἐπάξω ῥομφαίαν ἐπι­̀ τὴν γῆν καὶ ἐπι­̀ τὰ ὄρη καὶ ἐπι­̀ τὸν σῖτον καὶ ἐπι­̀ τὸν οἶνον καὶ ἐπι­̀ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπι­̀ τοὺς ἀνθρώπους καὶ ἐπι­̀ τὰ κτήνη καὶ ἐπι­̀ πάν­τας τοὺς πόνους τῶν χειρῶν αὐτῶν
καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ ᾿Ιησοῦς ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάν­τες οἱ κατα­́λοιποι τοῦ λαοῦ τῆς φωνῆς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Αγγαιου τοῦ προ­φήτου καθότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς αὐτῶν προ­̀ς αὐτούς καὶ ἐφοβήθη ὁ λαὸς ἀπο­̀ προ­σώπου κυρίου
καὶ εἶπεν Αγγαιος ὁ ἄγγελος κυρίου τῷ λαῷ ἐγώ εἰμι μεθ᾿ ὑμῶν λέγει κύριος
καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ τὸ πνεῦμα ᾿Ιησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγά­λου καὶ τὸ πνεῦμα τῶν κατα­λοίπων παν­τὸς τοῦ λαοῦ καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παν­τοκράτορος θεοῦ αὐτῶν
τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπι­̀ Δαρείου τοῦ βασιλέως
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible