Скрыть
5:7
5:10
5:12
5:16
5:21
5:24
5:28
5:29
5:30
5:32
5:33
γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ὡς τέκνα ἀγαπητά
καὶ περιπατεῖτε ἐν ἀγάπῃ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προ­σφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας
πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν καθὼς πρέπει ἁγίοις
καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία ἃ οὐκ ἀνῆκεν ἀλλὰ μᾶλλον εὐχαριστία
τοῦτο γὰρ ἴστε γινώσκον­τες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ὅ ἐστιν εἰδωλολάτρης οὐκ ἔχει κληρο­νο­μίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ
μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις δια­̀ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπι­̀ τοὺς υἱοὺς τῆς ἀπειθείας
μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν
ἦτε γάρ ποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε
ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ
δοκιμάζον­τες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε
τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν
τὰ δὲ πάν­τα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται
πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν διὸ λέγει ἔγειρε ὁ καθεύ­δων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπι­φαύσει σοι ὁ Χριστός
βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ᾿ ὡς σοφοί
ἐξαγοραζόμενοι τὸν καιρόν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν
δια­̀ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου
καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία ἀλλὰ πλη­ροῦσθε ἐν πνεύ­ματι
λαλοῦν­τες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ᾄδον­τες καὶ ψάλλον­τες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ
εὐχαριστοῦν­τες πάν­τοτε ὑπὲρ πάν­των ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί
ὑποτασ­σόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ
αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας αὐτὸς σωτὴρ τοῦ σώμα­τος
ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσ­σεται τῷ Χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παν­τί
οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς
ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδα­τος ἐν ῥήματι
ἵνα παρα­στήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοι­ούτων ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος
οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν
ὅτι μέλη ἐσμὲν τοῦ σώμα­τος αὐτοῦ
ἀν­τὶ τούτου κατα­λείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προ­σκολληθή­σε­ται προ­̀ς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσον­ται οἱ δύο εἰς σάρκα μίαν
τὸ μυστήριον τοῦτο μέγα ἐστίν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν
πλη­̀ν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα ἕκασ­τος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible