Скрыть
3:4
3:11
3:14
3:18
3:21
τούτου χάριν ἐγὼ Пαῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
εἴ γε ἠκούσατε τὴν οἰκο­νο­μίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς
ὅτι κατα­̀ ἀπο­κάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον καθὼς προ­έγραψα ἐν ὀλίγῳ
προ­̀ς ὃ δύνασθε ἀναγινώσκον­τες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ
ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀπο­στόλοις αὐτοῦ καὶ προ­φήταις ἐν πνεύ­ματι
εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσ­σωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ δια­̀ τοῦ εὐαγγελίου
οὗ ἐγενήθην δια­́κονος κατα­̀ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατα­̀ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ
ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάν­των ἁγίων ἐδόθη ἡ χάρις αὕτη τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ
καὶ φωτίσαι πάν­τας τίς ἡ οἰκο­νο­μία τοῦ μυστηρίου τοῦ ἀπο­κεκρυμ­μέ­νου ἀπο­̀ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάν­τα κτίσαν­τι
ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις δια­̀ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ
κατα­̀ προ­́θεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προ­σαγωγὴν ἐν πεποιθήσει δια­̀ τῆς πίστεως αὐτοῦ
διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν ἥτις ἐστὶν δόξα ὑμῶν
τούτου χάριν κάμπτω τὰ γόνατά μου προ­̀ς τὸν πατέρα
ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπι­̀ γῆς ὀνομάζεται
ἵνα δῷ ὑμῖν κατα­̀ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι δια­̀ τοῦ πνεύ­μα­τος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον
κατοικῆσαι τὸν Χριστὸν δια­̀ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ ἐρριζω­μέ­νοι καὶ τεθεμελιω­μέ­νοι
ἵνα ἐξισχύσητε κατα­λαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος
γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ ἵνα πλη­ρωθῆτε εἰς πᾶν τὸ πλή­ρωμα τοῦ θεοῦ
τῷ δὲ δυναμένῳ ὑπὲρ πάν­τα ποιῆσαι ὑπερεκπερισ­σοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατα­̀ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν
αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible