Скрыть
1:6
1:10
1:11
1:12
1:13
1:14
1:15
1:16
1:18
ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ιωακιμ βασιλέως Ιουδα ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ καὶ ἐπολιόρκει αὐτήν
καὶ ἔδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ιωακιμ βασιλέα Ιουδα καὶ ἀπο­̀ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σεννααρ οἶκον τοῦ θεοῦ αὐτοῦ καὶ τὰ σκεύ­η εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ θεοῦ αὐτοῦ
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ασφανεζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπο­̀ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ισραηλ καὶ ἀπο­̀ τοῦ σπέρμα­τος τῆς βασιλείας καὶ ἀπο­̀ τῶν φορθομμιν
νεανίσκους οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει καὶ συνιέν­τας ἐν πάσῃ σοφίᾳ καὶ γιγνώσκον­τας γνῶσιν καὶ δια­νοου­μέ­νους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσ­σαν Χαλδαίων
καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ᾿ ἡμέραν ἀπο­̀ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπο­̀ τοῦ οἴνου τοῦ πότου αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως
καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ιουδα Δανιηλ καὶ Ανανιας καὶ Μισαηλ καὶ Αζαριας
καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῷ Δανιηλ Βαλτασαρ καὶ τῷ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω
καὶ ἔθετο Δανιηλ ἐπι­̀ τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ
καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιηλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου
καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιηλ φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαν­τα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν μήποτε ἴδῃ τὰ προ­́σωπα ὑμῶν σκυθρωπὰ παρα­̀ τὰ παιδάρια τὰ συν­ήλικα ὑμῶν καὶ κατα­δικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ
καὶ εἶπεν Δανιηλ προ­̀ς Αμελσαδ ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπι­̀ Δανιηλ Ανανιαν Μισαηλ Αζαριαν
πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν ἀπο­̀ τῶν σπερμάτων καὶ φαγόμεθα καὶ ὕδωρ πιόμεθα
καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόν­των τὴν τράπεζαν τοῦ βασιλέως καὶ καθὼς ἂν ἴδῃς ποίησον μετὰ τῶν παίδων σου
καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα
καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίον­τα τὴν τράπεζαν τοῦ βασιλέως
καὶ ἐγένετο Αμελσαδ ἀναιρού­με­νος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόμα­τος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα
καὶ τὰ παιδάρια ταῦτα οἱ τέσ­σαρες αὐτοί ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ καὶ Δανιηλ συν­ῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις
καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναν­τίον Ναβουχοδονοσορ
καὶ ἐλάλησεν μετ᾿ αὐτῶν ὁ βασιλεύς καὶ οὐχ εὑρέθησαν ἐκ πάν­των αὐτῶν ὅμοι­οι Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως
καὶ ἐν παν­τὶ ῥήματι σοφίας καὶ ἐπι­στήμης ὧν ἐζήτησεν παρ᾿ αὐτῶν ὁ βασιλεύς εὗρεν αὐτοὺς δεκαπλασίονας παρα­̀ πάν­τας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄν­τας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ
καὶ ἐγένετο Δανιηλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible