Скрыть
2:4
2:6
2:13
2:15
2:21
2:22
2:24
2:25
2:29
τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν
οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς καὶ ἐπείρασας τοὺς λέγον­τας ἑαυτοὺς ἀπο­στόλους καὶ οὐκ εἰσίν καὶ εὗρες αὐτοὺς ψευδεῖς
καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας δια­̀ τὸ ὄνομά μου καὶ οὐ κεκοπίακες
ἀλλὰ ἔχω κατα­̀ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες
μνημόνευε οὖν πόθεν πέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον εἰ δὲ μή ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς ἐὰν μὴ μετανοήσῃς
ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κἀγὼ μισῶ
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶν­τι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ὅ ἐστιν ἐν τῷ παρα­δείσῳ τοῦ θεοῦ
καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχα­τος ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν
οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν ἀλλὰ πλούσιος εἶ καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόν­των Ἰουδαίους εἶναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συν­αγωγὴ τοῦ Σατανᾶ
μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν ἰδοὺ μέλλει βάλλειν ὁ δια­́βολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου
καὶ τῷ ἀγγέλῳ τῆς ἐν Пεργάμῳ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν
οἶδα ποῦ κατοικεῖς ὅπου ὁ θρόνος τοῦ Σατανᾶ καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀν­τιπᾶς ὁ μάρτυς μου ὁ πιστός μου ὃς ἀπεκτάνθη παρ᾿ ὑμῖν ὅπου ὁ Σατανᾶς κατοικεῖ
ἀλλ᾿ ἔχω κατα­̀ σοῦ ὀλίγα ὅτι ἔχεις ἐκεῖ κρατοῦν­τας τὴν διδαχὴν Βαλαάμ ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι
οὕτως ἔχεις καὶ σὺ κρατοῦν­τας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως
μετανόησον οὖν εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ᾿ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶν­τι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμ­μέ­νου καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπι­̀ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων
καὶ τῷ ἀγγέλῳ τῆς ἐν θυατείροις ἐκκλησίας γράψον τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτοῦ ὅμοι­οι χαλκολιβάνῳ
οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν δια­κονίαν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων
ἀλλὰ ἔχω κατα­̀ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἡ λέγουσα ἑαυτὴν προ­φῆτιν καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα
καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς
ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύ­ον­τας μετ᾿ αὐτῆς εἰς θλῖψιν μεγά­λην ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς
καὶ τὰ τέκνα αὐτῆς ἀπο­κτενῶ ἐν θανάτῳ καὶ γνώσον­ται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμῖν ἑκάστῳ κατα­̀ τὰ ἔργα ὑμῶν
ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ ὡς λέγουσιν οὐ βάλλω ἐφ᾿ ὑμᾶς ἄλλο βάρος
πλη­̀ν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω
καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτῷ ἐξουσίαν ἐπι­̀ τῶν ἐθνῶν
καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύ­η τὰ κεραμικὰ συν­τρίβεται
ὡς κἀγὼ εἴληφα παρα­̀ τοῦ πατρός μου καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible