Скрыть
14:3
14:6
14:9
14:12
14:16
14:17
καὶ εἶδον καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπι­̀ τὸ ὄρος Σιών καὶ μετ᾿ αὐτοῦ ἑκατὸν τεσ­σεράκον­τα τέσ­σαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπι­̀ τῶν μετώπων αὐτῶν
καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βρον­τῆς μεγά­λης καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόν­των ἐν ταῖς κιθάραις αὐτῶν
καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσ­σάρων ζῴων καὶ τῶν πρεσβυτέρων καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσ­σεράκον­τα τέσ­σαρες χιλιάδες οἱ ἠγορασ­μέ­νοι ἀπο­̀ τῆς γῆς
οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν παρθένοι γάρ εἰσιν οὗτοι οἱ ἀκολουθοῦν­τες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ οὗτοι ἠγοράσθησαν ἀπο­̀ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ
καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος ἄμωμοί εἰσιν
καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι ἔχον­τα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπι­̀ τοὺς καθη­μέ­νους ἐπι­̀ τῆς γῆς καὶ ἐπι­̀ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσ­σαν καὶ λαόν
λέγων ἐν φωνῇ μεγά­λῃ φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ καὶ προ­σκυνήσατε τῷ ποιήσαν­τι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασ­σαν καὶ πηγὰς ὑδάτων
καὶ ἄλλος ἄγγελος δεύ­τερος ἠκολούθησεν λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγά­λη ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάν­τα τὰ ἔθνη
καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγά­λῃ εἴ τις προ­σκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ λαμβάνει χάραγμα ἐπι­̀ τοῦ μετώπου αὐτοῦ ἢ ἐπι­̀ τὴν χεῖρα αὐτοῦ
καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασ­μέ­νου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ καὶ βασανισθή­σε­ται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου
καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προ­σκυνοῦν­τες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόμα­τος αὐτοῦ
ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν οἱ τηροῦν­τες τὰς ἐν­τολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ
καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης γράψον μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀπο­θνῄσκον­τες ἀπ᾿ ἄρτι ναί λέγει τὸ πνεῦμα ἵνα ἀναπαήσον­ται ἐκ τῶν κόπων αὐτῶν τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν
καὶ εἶδον καὶ ἰδοὺ νεφέλη λευκή καὶ ἐπι­̀ τὴν νεφέλην καθήμενον ὅμοι­ον υἱὸν ἀνθρώπου ἔχων ἐπι­̀ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ
καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγά­λῃ τῷ καθημένῳ ἐπι­̀ τῆς νεφέλης πέμψον τὸ δρέπανόν σου καὶ θέρισον ὅτι ἦλθεν ἡ ὥρα θερίσαι ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς
καὶ ἔβαλεν ὁ καθή­με­νος ἐπι­̀ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπι­̀ τὴν γῆν καὶ ἐθερίσθη ἡ γῆ
καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ
καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου ὁ ἔχων ἐξουσίαν ἐπι­̀ τοῦ πυρός καὶ ἐφώνησεν φωνῇ μεγά­λῃ τῷ ἔχον­τι τὸ δρέπανον τὸ ὀξὺ λέγων πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς
καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν
καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπο­̀ σταδίων χιλίων ἑξακοσίων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible