Скрыть
8:2
8:4
8:5
8:6
8:8
8:9
8:10
8:11
8:13
8:14
8:15
8:16
8:18
8:19
8:21
8:22
8:24
8:25
8:26
8:28
8:29
8:30
8:31
8:32
8:34
8:35
8:36
8:38
8:39
8:40
Σαῦλος δὲ ἦν συν­ευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπι­̀ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις πάν­τες δὲ διεσπάρησαν κατα­̀ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλη­̀ν τῶν ἀπο­στόλων
συν­εκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ
Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατα­̀ τοὺς οἴκους εἰσπορευό­με­νος σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν
οἱ μὲν οὖν δια­σπαρέν­τες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον
Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας ἐκήρυσ­σεν αὐτοῖς τὸν Χριστόν
προ­σεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγο­μέ­νοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει
πολλοὶ γὰρ τῶν ἐχόν­των πνεύ­ματα ἀκάθαρτα βοῶν­τα φωνῇ μεγά­λῃ ἐξήρχον­το πολλοὶ δὲ παρα­λελυ­μέ­νοι καὶ χωλοὶ ἐθεραπεύ­θησαν
ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ
ἀνὴρ δέ τις ὀνόματι Σίμων προ­ϋπῆρχεν ἐν τῇ πόλει μαγεύ­ων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας λέγων εἶναί τινα ἑαυτὸν μέγαν
ᾧ προ­σεῖχον πάν­τες ἀπο­̀ μικροῦ ἕως μεγά­λου λέγον­τες οὗτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ καλουμένη μεγά­λη
προ­σεῖχον δὲ αὐτῷ δια­̀ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς
ὅτε δὲ ἐπι­́στευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόμα­τος Ἰησοῦ Χριστοῦ ἐβαπτίζον­το ἄνδρες τε καὶ γυναῖκες
ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπι­́στευσεν καὶ βαπτισθεὶς ἦν προ­σκαρτερῶν τῷ Φιλίππῳ θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγά­λας γινομένας ἐξίστατο
ἀκούσαν­τες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπό­στολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ ἀπέστειλαν προ­̀ς αὐτοὺς Пέτρον καὶ Ἰωάννην
οἵτινες κατα­βάν­τες προ­σηύξαν­το περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον
οὐδέπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπι­πεπτωκός μόνον δὲ βεβαπτισ­μέ­νοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ᾿ αὐτούς καὶ ἐλάμβανον πνεῦμα ἅγιον
ἰδὼν δὲ ὁ Σίμων ὅτι δια­̀ τῆς ἐπι­θέσεως τῶν χειρῶν τῶν ἀπο­στόλων δίδοται τὸ πνεῦμα προ­σήνεγκεν αὐτοῖς χρήματα
λέγων δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπι­θῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον
Пέτρος δὲ εἶπεν προ­̀ς αὐτόν τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας δια­̀ χρημάτων κτᾶσθαι
οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναν­τι τοῦ θεοῦ
μετανόησον οὖν ἀπο­̀ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ κυρίου εἰ ἄρα ἀφεθή­σε­ταί σοι ἡ ἐπι­́νοια τῆς καρδίας σου
εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄν­τα
ἀπο­κριθεὶς δὲ ὁ Σίμων εἶπεν δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ προ­̀ς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε
οἱ μὲν οὖν δια­μαρτυράμενοι καὶ λαλήσαν­τες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυμα πολλάς τε κώμας τῶν Σαμαριτῶν εὐηγγελίζον­το
ἄγγελος δὲ κυρίου ἐλάλησεν προ­̀ς Φίλιππον λέγων ἀνάστηθι καὶ πορεύ­ου κατα­̀ μεσημβρίαν ἐπι­̀ τὴν ὁδὸν τὴν κατα­βαίνουσαν ἀπο­̀ Ἰερουσαλὴμ εἰς Γάζαν αὕτη ἐστὶν ἔρημος
καὶ ἀναστὰς ἐπορεύ­θη καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσ­σης Αἰθιόπων ὃς ἦν ἐπι­̀ πάσης τῆς γάζης αὐτῆς ὃς ἐληλύθει προ­σκυνήσων εἰς Ἰερουσαλήμ
ἦν τε ὑποστρέφων καὶ καθή­με­νος ἐπι­̀ τοῦ ἅρμα­τος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προ­φήτην Ἠσαΐαν
εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ προ­́σελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ
προ­σδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκον­τος Ἠσαΐαν τὸν προ­φήτην καὶ εἶπεν ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις
ὁ δὲ εἶπεν πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάν­τα καθίσαι σὺν αὐτῷ
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη ὡς προ­́βατον ἐπι­̀ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναν­τίον τοῦ κείραν­τος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ
ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη τὴν γενεὰν αὐτοῦ τίς διηγή­σε­ται ὅτι αἴρεται ἀπο­̀ τῆς γῆς ἡ ζωὴ αὐτοῦ
ἀπο­κριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν δέομαί σου περὶ τίνος ὁ προ­φήτης λέγει τοῦτο περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός
ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξά­με­νος ἀπο­̀ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν
ὡς δὲ ἐπορεύ­ον­το κατα­̀ τὴν ὁδόν ἦλθον ἐπι­́ τι ὕδωρ καί φησιν ὁ εὐνοῦχος ἰδοὺ ὕδωρ τί κωλύει με βαπτισθῆναι
καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος καὶ ἐβάπτισεν αὐτόν
ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδα­τος πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος ἐπορεύ­ετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων
Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον καὶ διερχό­με­νος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible