Скрыть
6:1
6:2
6:3
6:4
6:7
6:8
6:9
6:11
6:12
6:13
6:15
ἐν δὲ ταῖς ἡμέραις ταύταις πλη­θυνόν­των τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν προ­̀ς τοὺς Ἑβραίους ὅτι παρεθεωροῦν­το ἐν τῇ δια­κονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν
προ­σκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆ­θος τῶν μαθητῶν εἶπαν οὐκ ἀρεστόν ἐστιν ἡμᾶς κατα­λείψαν­τας τὸν λόγον τοῦ θεοῦ δια­κονεῖν τραπέζαις
ἐπι­σκέψασθε δέ ἀδελφοί ἄνδρας ἐξ ὑμῶν μαρτυρου­μέ­νους ἑπτὰ πλή­ρεις πνεύ­μα­τος καὶ σοφίας οὓς κατα­στήσομεν ἐπι­̀ τῆς χρείας ταύτης
ἡμεῖς δὲ τῇ προ­σευχῇ καὶ τῇ δια­κονίᾳ τοῦ λόγου προ­σκαρτερήσομεν
καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παν­τὸς τοῦ πλή­θους καὶ ἐξελέξαν­το Στέφανον ἄνδρα πλή­ρης πίστεως καὶ πνεύ­μα­τος ἁγίου καὶ Φίλιππον καὶ προ­́χορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Пαρμενᾶν καὶ Νικόλαον προ­σήλυτον Ἀν­τιοχέα
οὓς ἔστησαν ἐνώπιον τῶν ἀπο­στόλων καὶ προ­σευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας
καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπλη­θύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει
Στέφανος δὲ πλή­ρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγά­λα ἐν τῷ λαῷ
ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συν­αγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπο­̀ Κιλικίας καὶ Ἀσίας συζητοῦν­τες τῷ Στεφάνῳ
καὶ οὐκ ἴσχυον ἀν­τιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύ­ματι ᾧ ἐλάλει
τότε ὑπέβαλον ἄνδρας λέγον­τας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦν­τος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν
συν­εκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ ἐπι­στάν­τες συν­ήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συν­έδριον
ἔστησάν τε μάρτυρας ψευδεῖς λέγον­τας ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατα­̀ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου
ἀκηκόαμεν γὰρ αὐτοῦ λέγον­τος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος κατα­λύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς
καὶ ἀτενίσαν­τες εἰς αὐτὸν πάν­τες οἱ καθεζόμενοι ἐν τῷ συν­εδρίῳ εἶδον τὸ προ­́σωπον αὐτοῦ ὡσεὶ προ­́σωπον ἀγγέλου
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible