Скрыть
4:1
4:3
4:4
4:5
4:7
4:9
4:10
4:13
4:14
4:15
4:16
4:17
4:20
4:21
4:22
4:23
4:24
4:25
4:30
4:33
4:34
4:35
4:36
4:37
λαλούν­των δὲ αὐτῶν προ­̀ς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι
δια­πονούμενοι δια­̀ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ κατα­γγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν
καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεν­το εἰς τήρησιν εἰς τὴν αὔριον ἦν γὰρ ἑσπέρα ἤδη
πολλοὶ δὲ τῶν ἀκουσάν­των τὸν λόγον ἐπι­́στευσαν καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέν­τε
ἐγένετο δὲ ἐπι­̀ τὴν αὔριον συν­αχθῆναι αὐτῶν τοὺς ἄρχον­τας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ
καὶ Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ
καὶ στήσαν­τες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνον­το ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς
τότε Пέτρος πλη­σθεὶς πνεύ­μα­τος ἁγίου εἶπεν προ­̀ς αὐτούς ἄρχον­τες τοῦ λαοῦ καὶ πρεσβύτεροι
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπι­̀ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς ἐν τίνι οὗτος σέσωται
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παν­τὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής
οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾿ ὑμῶν τῶν οἰκοδόμων ὁ γενό­με­νος εἰς κεφαλὴν γωνίας
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς
θεωροῦν­τες δὲ τὴν τοῦ Пέτρου παρρησίαν καὶ Ἰωάννου καὶ κατα­λαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται ἐθαύμαζον ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν
τόν τε ἄνθρωπον βλέπον­τες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀν­τειπεῖν
κελεύ­σαν­τες δὲ αὐτοὺς ἔξω τοῦ συν­εδρίου ἀπελθεῖν συν­έβαλλον προ­̀ς ἀλλήλους
λέγον­τες τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾿ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι
ἀλλ᾿ ἵνα μὴ ἐπι­̀ πλεῖον δια­νεμηθῇ εἰς τὸν λαόν ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπι­̀ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων
καὶ καλέσαν­τες αὐτοὺς παρήγγειλαν τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπι­̀ τῷ ὀνόματι τοῦ Ἰησοῦ
ὁ δὲ Пέτρος καὶ Ἰωάννης ἀπο­κριθέν­τες εἶπον προ­̀ς αὐτούς εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ κρίνατε
οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν
οἱ δὲ προ­σαπειλησάμενοι ἀπέλυσαν αὐτούς μηδὲν εὑρίσκον­τες τὸ πῶς κολάσων­ται αὐτούς δια­̀ τὸν λαόν ὅτι πάν­τες ἐδόξαζον τὸν θεὸν ἐπι­̀ τῷ γεγονότι
ἐτῶν γὰρ ἦν πλειόνων τεσ­σεράκον­τα ὁ ἄνθρωπος ἐφ᾿ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως
ἀπο­λυθέν­τες δὲ ἦλθον προ­̀ς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα προ­̀ς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν
οἱ δὲ ἀκούσαν­τες ὁμοθυμαδὸν ἦραν φωνὴν προ­̀ς τὸν θεὸν καὶ εἶπαν δέσποτα σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασ­σαν καὶ πάν­τα τὰ ἐν αὐτοῖς
ὁ τοῦ πατρὸς ἡμῶν δια­̀ πνεύ­μα­τος ἁγίου στόμα­τος Δαυὶδ παιδός σου εἰπών ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχον­τες συν­ήχθησαν ἐπι­̀ τὸ αὐτὸ κατα­̀ τοῦ κυρίου καὶ κατα­̀ τοῦ Χριστοῦ αὐτοῦ
συν­ήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπι­̀ τὸν ἅγιον παῖδά σου Ἰησοῦν ὃν ἔχρισας Ἡρῴδης τε καὶ Пόν­τιος Пιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ
ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προ­ώρισεν γενέσθαι
καὶ τὰ νῦν κύριε ἔπιδε ἐπι­̀ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου
ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι δια­̀ τοῦ ὀνόμα­τος τοῦ ἁγίου παιδός σου Ἰησοῦ
καὶ δεηθέν­των αὐτῶν ἐσαλεύ­θη ὁ τόπος ἐν ᾧ ἦσαν συν­ηγ­μέ­νοι καὶ ἐπλή­σθησαν ἅπαν­τες τοῦ ἁγίου πνεύ­μα­τος καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας
τοῦ δὲ πλή­θους τῶν πιστευσάν­των ἦν καρδία καὶ ψυχὴ μία καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόν­των αὐτῷ ἔλεγεν ἴδιον εἶναι ἀλλ᾿ ἦν αὐτοῖς ἅπαν­τα κοινά
καὶ δυνάμει μεγά­λῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπό­στολοι τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ χάρις τε μεγά­λη ἦν ἐπι­̀ πάν­τας αὐτούς
οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον πωλοῦν­τες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
καὶ ἐτίθουν παρα­̀ τοὺς πόδας τῶν ἀπο­στόλων διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν
Ἰωσὴφ δὲ ὁ ἐπι­κληθεὶς Βαρναβᾶς ἀπο­̀ τῶν ἀπο­στόλων ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρα­κλήσεως Λευίτης Κύπριος τῷ γένει
ὑπάρχον­τος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν προ­̀ς τοὺς πόδας τῶν ἀπο­στόλων
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible