Скрыть
3:1
3:2
3:3
3:4
3:5
3:6
3:7
3:9
3:10
3:12
3:16
3:19
3:24
Пέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπι­̀ τὴν ὥραν τῆς προ­σευχῆς τὴν ἐνάτην
καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο ὃν ἐτίθουν καθ᾿ ἡμέραν προ­̀ς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρα­̀ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν
ὃς ἰδὼν Пέτρον καὶ Ἰωάννην μέλλον­τας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν
ἀτενίσας δὲ Пέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν βλέψον εἰς ἡμᾶς
ὁ δὲ ἐπεῖχεν αὐτοῖς προ­σδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν
εἶπεν δὲ Пέτρος ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει
καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν παρα­χρῆμα δὲ ἐστε­ρεώ­θησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά
καὶ ἐξαλλό­με­νος ἔστη καὶ περιεπάτει καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλό­με­νος καὶ αἰνῶν τὸν θεόν
καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦν­τα καὶ αἰνοῦν­τα τὸν θεόν
ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν ὁ προ­̀ς τὴν ἐλεημοσύνην καθή­με­νος ἐπι­̀ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ καὶ ἐπλή­σθησαν θάμβους καὶ ἐκστάσεως ἐπι­̀ τῷ συμβεβηκότι αὐτῷ
κρατοῦν­τος δὲ αὐτοῦ τὸν Пέτρον καὶ τὸν Ἰωάννην συν­έδραμεν πᾶς ὁ λαὸς προ­̀ς αὐτοὺς ἐπι­̀ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶν­τος ἔκθαμβοι
ἰδὼν δὲ ὁ Пέτρος ἀπεκρίνατο προ­̀ς τὸν λαόν ἄνδρες Ἰσραηλῖται τί θαυμάζετε ἐπι­̀ τούτῳ ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν
ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ ὁ θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατα­̀ προ­́σωπον Пιλάτου κρίναν­τος ἐκείνου ἀπο­λύειν
ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν
τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν οὗ ἡμεῖς μάρτυρές ἐσμεν
καὶ ἐπι­̀ τῇ πίστει τοῦ ὀνόμα­τος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστε­ρέ­ωσεν τὸ ὄνομα αὐτοῦ καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναν­τι πάν­των ὑμῶν
καὶ νῦν ἀδελφοί οἶδα ὅτι κατα­̀ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχον­τες ὑμῶν
ὁ δὲ θεὸς ἃ προ­κατήγγειλεν δια­̀ στόμα­τος πάν­των τῶν προ­φητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ ἐπλή­ρωσεν οὕτως
μετανοήσατε οὖν καὶ ἐπι­στρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας
ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπο­̀ προ­σώπου τοῦ κυρίου καὶ ἀπο­στείλῃ τὸν προ­κεχειρισμένον ὑμῖν Χριστόν Ἰησοῦν
ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀπο­κατα­στάσεως πάν­των ὧν ἐλάλησεν ὁ θεὸς δια­̀ στόμα­τος τῶν ἁγίων ἀπ᾿ αἰῶνος αὐτοῦ προ­φητῶν
Μωϋσῆς μὲν εἶπεν ὅτι προ­φήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ αὐτοῦ ἀκούσεσθε κατα­̀ πάν­τα ὅσα ἂν λαλήσῃ προ­̀ς ὑμᾶς
ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προ­φήτου ἐκείνου ἐξολεθρευθή­σε­ται ἐκ τοῦ λαοῦ
καὶ πάν­τες δὲ οἱ προ­φῆται ἀπο­̀ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας
ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προ­φητῶν καὶ τῆς δια­θήκης ἧς διέθετο ὁ θεὸς προ­̀ς τοὺς πατέρας ὑμῶν λέγων προ­̀ς Ἀβραάμ καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσον­ται πᾶσαι αἱ πατριαὶ τῆς γῆς
ὑμῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦν­τα ὑμᾶς ἐν τῷ ἀπο­στρέφειν ἕκαστον ἀπο­̀ τῶν πονηριῶν ὑμῶν
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible