Скрыть
26:1
26:2
26:3
26:4
26:7
26:8
26:9
26:11
26:12
26:14
26:15
26:16
26:17
26:19
26:22
26:25
26:27
26:28
26:30
26:31
26:32
Ἀγρίππας δὲ προ­̀ς τὸν Пαῦλον ἔφη ἐπι­τρέπεταί σοι περὶ σεαυτοῦ λέγειν τότε ὁ Пαῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο
περὶ πάν­των ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ Ἀγρίππα ἥγημαι ἐμαυτὸν μακάριον ἐπι­̀ σοῦ μέλλων σήμερον ἀπο­λογεῖσθαι
μάλιστα γνώστην ὄν­τα σε πάν­των τῶν κατα­̀ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου
τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος τὴν ἀπ᾿ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάν­τες οἱ Ἰουδαῖοι
προ­γινώσκον­τές με ἄνωθεν ἐὰν θέλωσι μαρτυρεῖν ὅτι κατα­̀ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος
καὶ νῦν ἐπ᾿ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινό­με­νος
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει κατα­ν­τῆσαι περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ
τί ἄπιστον κρίνεται παρ᾿ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει
ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ προ­̀ς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναν­τία πρᾶξαι
ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρα­̀ τῶν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον
καὶ κατα­̀ πάσας τὰς συν­αγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισ­σῶς τε ἐμμαινό­με­νος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις
ἐν οἷς πορευό­με­νος εἰς τὴν Δαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπι­τροπῆς τῆς τῶν ἀρχιερέων
ἡμέρας μέσης κατα­̀ τὴν ὁδὸν εἶδον βασιλεῦ οὐρανόθεν ὑπὲρ τὴν λαμπρο­́τητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευο­μέ­νους
πάν­των τε κατα­πεσόν­των ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν προ­́ς με τῇ Ἑβραΐδι δια­λέκτῳ Σαοὺλ Σαούλ τί με διώκεις σκληρόν σοι προ­̀ς κέν­τρα λακτίζειν
ἐγὼ δὲ εἶπα τίς εἶ κύριε ὁ δὲ κύριος εἶπεν ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις
ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπι­̀ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι προ­χειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν εἰς οὓς ἐγὼ ἀπο­στέλλω σε
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἐπι­στρέψαι ἀπο­̀ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπι­̀ τὸν θεόν τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασ­μέ­νοις πίστει τῇ εἰς ἐμέ
ὅθεν βασιλεῦ Ἀγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπι­στρέφειν ἐπι­̀ τὸν θεόν ἄξια τῆς μετανοίας ἔργα πράσ­σον­τας
ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ὄν­τα ἐν τῷ ἱερῷ ἐπειρῶν­το δια­χειρίσασθαι
ἐπι­κουρίας οὖν τυχὼν τῆς ἀπο­̀ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρό­με­νος μικρῷ τε καὶ μεγά­λῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προ­φῆται ἐλάλησαν μελλόν­των γίνεσθαι καὶ Μωϋσῆς
εἰ παθητὸς ὁ Χριστός εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει κατα­γγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν
ταῦτα δὲ αὐτοῦ ἀπο­λογου­μέ­νου ὁ Φῆστος μεγά­λῃ τῇ φωνῇ φησιν μαίνῃ Пαῦλε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
ὁ δὲ Пαῦλος οὐ μαίνομαι φησίν κράτιστε Φῆστε ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀπο­φθέγγομαι
ἐπι­́σταται γὰρ περὶ τούτων ὁ βασιλεύς προ­̀ς ὃν καὶ παρρησιαζό­με­νος λαλῶ λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
πιστεύ­εις βασιλεῦ Ἀγρίππα τοῖς προ­φήταις οἶδα ὅτι πιστεύ­εις
ὁ δὲ Ἀγρίππας προ­̀ς τὸν Пαῦλον ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι
ὁ δὲ Пαῦλος εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγά­λῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάν­τας τοὺς ἀκούον­τάς μου σήμερον γενέσθαι τοι­ούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων
ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς
καὶ ἀναχωρήσαν­τες ἐλάλουν προ­̀ς ἀλλήλους λέγον­τες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσ­σει ὁ ἄνθρωπος οὗτος
Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη ἀπο­λελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible