Скрыть
25:1
25:2
25:3
25:4
25:5
25:6
25:7
25:9
25:10
25:12
25:13
25:14
25:16
25:17
25:18
25:20
25:21
25:22
25:23
25:26
25:27
Φῆστος οὖν ἐπι­βὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπο­̀ Καισαρείας
ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατα­̀ τοῦ Пαύλου καὶ παρεκάλουν αὐτὸν
αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ ἐνέδραν ποι­οῦν­τες ἀνελεῖν αὐτὸν κατα­̀ τὴν ὁδόν
ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Пαῦλον εἰς Καισάρειαν ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύ­εσθαι
οἱ οὖν ἐν ὑμῖν φησίν δυνατοὶ συγκατα­βάν­τες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ
δια­τρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα κατα­βὰς εἰς Καισάρειαν τῇ ἐπαύριον καθίσας ἐπι­̀ τοῦ βήμα­τος ἐκέλευσεν τὸν Пαῦλον ἀχθῆναι
παρα­γενο­μέ­νου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπο­̀ Ἱεροσολύμων κατα­βεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιώματα κατα­φέρον­τες ἃ οὐκ ἴσχυον ἀπο­δεῖξαι
τοῦ Пαύλου ἀπο­λογου­μέ­νου ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον
ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν κατα­θέσθαι ἀπο­κριθεὶς τῷ Пαύλῳ εἶπεν θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ᾿ ἐμοῦ
εἶπεν δὲ ὁ Пαῦλος ἐπι­̀ τοῦ βήμα­τος Καίσαρός ἑστώς εἰμι οὗ με δεῖ κρίνεσθαι Ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπι­γινώσκεις
εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι οὐ παρα­ιτοῦμαι τὸ ἀπο­θανεῖν εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι Καίσαρα ἐπι­καλοῦμαι
τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη Καίσαρα ἐπι­κέκλησαι ἐπι­̀ Καίσαρα πορεύ­σῃ
ἡμερῶν δὲ δια­γενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήν­τησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον
ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατα­̀ τὸν Пαῦλον λέγων ἀνήρ τίς ἐστιν κατα­λελειμμένος ὑπὸ Φήλικος δέσμιος
περὶ οὗ γενο­μέ­νου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾿ αὐτοῦ κατα­δίκην
προ­̀ς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορού­με­νος κατα­̀ προ­́σωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπο­λογίας λάβοι περὶ τοῦ ἐγκλήμα­τος
συν­ελθόν­των οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησά­με­νος τῇ ἑξῆς καθίσας ἐπι­̀ τοῦ βήμα­τος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα
περὶ οὗ σταθέν­τες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν
ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον προ­̀ς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Пαῦλος ζῆν
ἀπο­ρού­με­νος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύ­εσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων
τοῦ δὲ Пαύλου ἐπι­καλεσα­μέ­νου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ δια­́γνωσιν ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν προ­̀ς Καίσαρα
Ἀγρίππας δὲ προ­̀ς τὸν Φῆστον ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι αὔριον φησίν ἀκούσῃ αὐτοῦ
τῇ οὖν ἐπαύριον ἐλθόν­τος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαν­τασίας καὶ εἰσελθόν­των εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾿ ἐξοχὴν τῆς πόλεως καὶ κελεύ­σαν­τος τοῦ Φήστου ἤχθη ὁ Пαῦλος
καί φησιν ὁ Φῆστος Ἀγρίππα βασιλεῦ καὶ πάν­τες οἱ συμπαρόν­τες ἡμῖν ἄνδρες θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆ­θος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε βοῶν­τες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι
ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι αὐτοῦ δὲ τούτου ἐπι­καλεσα­μέ­νου τὸν Σεβαστὸν ἔκρινα πέμπειν
περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω διὸ προ­ήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν καὶ μάλιστα ἐπι­̀ σοῦ βασιλεῦ Ἀγρίππα ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω
ἄλογον γάρ μοι δοκεῖ πέμπον­τα δέσμιον μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι
Толкования стиха Скопировать ссылку Скопировать текст Добавить в избранное
Библ. энциклопедия Библейский словарь Словарь библ. образов Практическая симфония
Цитата из Библии каждое утро
TG: t.me/azbible
Viber: vb.me/azbible